Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ βαφάς, ἐκμαγεῖα μικρὰ καὶ ὠνητὰ καὶ κλεπτόμενα καὶ συγχεόμενα, καταβάλωμεν.’ ταῦτ᾽ ἀκούσας Ἀλέξανδρος τὸ μὲν φρόνημα τοῦ τεχνίτου καὶ τὸ θάρσος ἀγασθεὶς ἐπῄνεσεν, ‘ἔα δὲ κατὰ χώραν,’ ἔφη, ‘τὸν Ἄθω μένειν ἀρκεῖ γὰρ ἑνὸς βασιλέως ἐνυβρίσαντος εἶναι μνημεῖον ἐμὲ δ᾽ ὁ Καύκασος δείξει καὶ τὰ Ἠμωδὰ καὶ Τάναϊς καὶ τὸ Κάσπιον πέλαγος. αὗται τῶν ἐμῶν ἔργων εἰκόνες.’
ἀλλὰ φέρε πρὸς θεῶν ἐκτελεσθῆναι καὶ φανῆναι τοιοῦτον ἔργον ἔσθ᾽ ὅστις ἂν ἰδὼν ὑπέλαβε κατὰ τύχην γεγονέναι καὶ αὐτομάτως τὸ σχῆμα