Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τῆς ἑταίρας ἑστῶσαν ἐν Δελφοῖς ἀνέκραγεν ὅτι τοῦτο τῆς τῶν Ἑλλήνων ἀκρασίας τρόπαιον ἕστηκε: τὸν δὲ Σαρδαναπάλλου βίον ἄν τις ἢ τάφον οὐδὲν γάρ, οἶμαι, διαφέρει θεασάμενος εἴποι τοῦτο τῶν τῆς Τύχης ἀγαθῶν τρόπαιον εἶναι. τί οὖν; ἐάσωμεν τὴν Τύχην Ἀλεξάνδρου μετὰ Σαρδανάπαλλον ἅψασθαι καὶ τοῦ μεγέθους ἐκείνου καὶ τῆς δυνάμεως ἀντιποιεῖσθαι; τί γὰρ αὐτῷ πλέον ἔδωκεν ὧν οἱ λοιποὶ βασιλεῖς ἔλαβον παρ᾽ αὐτῆς; ὅπλων, ἵππων, βελῶν, χρημάτων, δορυφόρων; ποιησάτω τούτοις ἡ Τύχη μέγαν Ἀριδαῖον, εἰ δύναται ποιησάτω τούτοις μέγαν Ὦχον ἢ Ὀάρσην