Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἤσπαιρεν, ἐπάλλετο, ἐφλέγμαινε Περδίκκαις καὶ Μελεάγροις καὶ Σελεύκοις καὶ Ἀντιγόνοις, ὥσπερ πνεύμασι θερμοῖς ἔτι καὶ σφυγμοῖς διᾴττουσι καὶ διαφερομένοις: τέλος δ᾽ ἀπομαραινομένη [p. 442] καὶ φθίνουσα περὶ αὑτὴν οἷον εὐλάς τινας ἀνέζεσεν ἀγεννῶν βασιλέων καὶ ἡγεμόνων ψυχορραγούντων. αὐτὸς μὲν οὖν ταῦθ᾽, ὡς ἔοικεν, Ἡφαιστίωνι διενεχθέντι πρὸς Κρατερὸν ἐπιτιμῶν, ‘τίς δ᾽,’ εἶπεν, ‘ἡ σὴ δύναμις ἢ πρᾶξις, ἂν σού τις ἀφέλῃ τὸν Ἀλέξανδρον;’ ἐγὼ δὲ τοῦτ᾽ εἰπεῖν πρὸς τὴν τότε Τύχην οὐκ ὀκνήσω, ‘τί σου τὸ μέγεθος, τίς δ᾽ ἡ δόξα, ποῦ δ᾽ ἡ δύναμις, ποῦ δὲ τὸ ἀνίκητον, ἂν ’