Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ σού τις ἀφέλῃ τὸν Ἀλέξανδρον;’ τουτέστιν ‘ἂν σοὺ τις ἀφέλῃ τῶν ὅπλων τὴν ἐμπειρίαν, τοῦ πλούτου τὴν φιλοτιμίαν, τῆς πολυτελείας τὴν ἐγκράτειαν, ὧν ἀγωνίζῃ τὸ θάρσος, ἐν οἷς κρατεῖς τὴν πραότητα; ποίησον ἄλλον εἰ δύνασαι μέγαν, τοῖς χρήμασι μὴ χαριζόμενον, τοῖς στρατεύμασι μὴ προκινδυνεύοντα, τοὺς φίλους μὴ τιμῶντα, τοὺς αἰχμαλώτους μὴ ἐλεοῦντα, ταῖς ἡδοναῖς μὴ σωφρονοῦντα, τοῖς καιροῖς μὴ ἀγρυπνοῦντα, ταῖς νίκαις μὴ εὐδιάλλακτον, τοῖς κατορθώμασι μὴ φιλάνθρωπον. τίς μέγας ἐν ἐξουσίαις μετ᾽ ἀβελτερίας καὶ ’