Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὕτω νικῶσιν ἀρετῇ. πρόσγραψον, εἰ βούλει, τῇ Τύχῃ τὰ Ἄρβηλα καὶ τὴν Κιλικίαν, καὶ τἄλλα, ἃ γέγονε βίας ἔργα καὶ πολέμου Τύχη τὴν Τύρον ἔσεισεν αὐτῷ, καὶ Τύχη τὴν Αἴγυπτον ἀνέῳξε: διὰ Τύχην Ἁλικαρνασσὸς ἔπεσε καὶ Μίλητος ἑάλω καὶ Μαζαῖος Εὐφράτην ἔρημον ἀπέλιπε καὶ νεκρῶν τὸ Βαβυλώνιον ἐπλήσθη πεδίον: ἀλλ᾽ οὔτι γε σώφρων ἀπὸ Τύχης οὔτ᾽ ἐγκρατὴς διὰ Τύχην, οὔτ᾽ ἀνάλωτον ὑφ᾽ ἡδονῆς ἡ Τύχη καὶ ἄτρωτον ἐπιθυμίαις κατακλείσασα τὴν ψυχὴν ἐφρούρει. καὶ μὴν ταῦτα ἦν, οἷς αὐτὸν ἐτρέψατο Δαρεῖον: τἄλλα δ᾽ ὅπλων ἦσαν