Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἕτερον ἐζήτει, τοῦ Κινυραδῶν γένους ἤδη φθίνειν καὶ ἀπολείπειν δοκοῦντος. ἕνα δ᾽ οὖν ἔφασαν περιεῖναι πένητα καὶ ἄδοξον ἄνθρωπον ἐν κήπῳ τινὶ παρημελημένως διατρεφόμενον. ἐπὶ τοῦτον οἱ πεμφθέντες ἧκον, εὑρέθη δὲ πρασιαῖς ὕδωρ ἐπαντλῶν: καὶ διεταράχθη τῶν στρατιωτῶν ἐπιλαμβανομένων αὐτοῦ καὶ βαδίζειν κελευόντων. ἀχθεὶς δὲ ; πρὸς Ἀλέξανδρον ἐν εὐτελεῖ σινδονίσκῃ βασιλεὺς ἀνηγορεύθη καὶ πορφύραν ἔλαβε, καὶ εἷς ἦν τῶν ἑταίρων προσαγορευομένων: ἐκαλεῖτο δ᾽ [p. 462] Ἀβδαλώνυμος. οὕτως αἱ τύχαι ποιοῦσι βασιλεῖς, μετ