‘ ἐπὶ Γρανίκου ξίφει διακοπεὶς τὸ κράνος ἄχρι τῶν τριχῶν, ἐν Γάζῃ βέλει πληγεὶς τὸν ὦμον, ἐν Μαρακάνδοις τοξεύματι τὴν κνήμην ὥστε τῆς κερκίδος τὸ ὀστέον ἀποκλασθὲν ὑπὸ τῆς πληγῆς ἐξαλέγθαι: περὶ τὴν Ὑρκανίαν λίθῳ τὸν τράχηλον, ἐξ οὗ καὶ τὰς ὄψεις ἀμαυρωθεὶς ἐφ᾽ ἡμέρας πολλὰς ἐν φόβῳ πηρώσεως ἐγένετο: πρὸς Ἀσσακηνοῖς Ἰνδικῷ βέλει τὸ σφυρόν, ὅτε καὶ πρὸς τοὺς κόλακας εἶπεν ἐπιμειδιάσας, ' τουτὶ μὲν αἷμα, οὐκ
ἰχώρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν 'ἐν Ἰσσῷ ξίφει τὸν μηρόν, ὡς Χάρης φησίν, ὑπὸ Δαρείου τοῦ βασιλέως εἰς χεῖρας αὐτῷ συνδραμόντος:’