Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἔλαβε διδόντος, ἀλλ᾽ ἠρώτησε, ‘σαυτῷ δὲ τί καταλείπεις, Ἀλέξανδρε;’ τοῦ δ᾽ εἰπόντος ὅτι ‘τὰς ἐλπίδας, οὐκοῦν,’ ‘’ ἔφη, ‘καὶ ἡμεῖς τούτων μεθέξομεν: οὐ γάρ δίκαιον τὰ σὰ λαμβάνειν, ἀλλὰ τὰ Δαρείου περιμένειν.’
τίνες οὖν ἦσαν αἱ ἐλπίδες ἐφ᾽ αἷς διέβαινεν εἰς Ἀσίαν Ἀλέξανδρος; οὐ τείχεσι πόλεων μυριάνδρων ἐκμετρουμένη δύναμις οὐδὲ στόλοι δι᾽ ὀρῶν πλέοντες, οὐδὲ μάστιγες οὐδὲ πέδαι, μανικὰ καὶ βάρβαρα κολαστήρια θαλάττης, ἀλλὰ τὰ μὲν [p. 474] ἐκτὸς ἐν ὀλίγοις ὅπλοις φιλοτιμία πολλὴ καὶ ζῆλος ἡλικίας παραλλήλου καὶ ἅμιλλα περὶ δόξης καὶ ἀρετῆς ἑταίρων: αὐτὸς δ᾽ εἶχεν ἐν ἑαυτῷ τὰς