Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τεθνάναι: κεναὶ δ᾽ ἔξωθεν προσδρομαὶ καὶ ἀλαλαγμοὶ Μακεδόνων, οὐ μηχανῆς τινος οὐκ ὀργάνων παρόντων, ἀλλ᾽ ὑπὸ σπουδῆς ξίφεσι τυπτόντων τὰ τείχη καὶ χερσὶ γυμναῖς παραρρῆξαι καὶ μονονοὺ διαφαγεῖν βιαζομένων. ὁ δ᾽ εὐτυχὴς βασιλεὺς καὶ ὑπὸ τῆς Τύχης φυλαττόμενος ἀεὶ καὶ δορυφορούμενος, ὥσπερ θηρίον ἄρκυσιν ἐνσχεθείς, ἔρημος καὶ ἀβοήθητος, οὐχ ὑπὲρ Σούσων οὐδὲ Βαβυλῶνος οὐδὲ τοῦ Βάκτρα λαβεῖν οὐδὲ τοῦ μεγάλου Πώρου κρατῆσαι: τοῖς γὰρ ἐνδόξοις καὶ μεγάλοις ἀγῶσι, κἂν δυστυχῶνται, τὸ γοῦν αἰσχρὸν οὐ πρόσεστιν. ἀλλ᾽ οὕτω δύσερις ἦν καὶ βάσκανος ἡ Τύχη καὶ φιλοβάρβαρος