Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τύχης οἷον τὸ ἔργον; ἐν ἐσχατιᾷ βαρβάρου παραποταμίας καὶ τείχεσιν ἀδόξου πολίχνης περιβαλούσης καὶ ἀποκρυψάσης τὸν τῆς οἰκουμένης βασιλέα καὶ κύριον, ὅπλοις ἀτίμοις καὶ σκεύεσι τοῖς παρατυχοῦσι τυπτόμενον καὶ βαλλόμενον ἀπολέσθαι. καὶ γὰρ κοπίδι τὴν κεφαλὴν διὰ τοῦ κράνους ἐπλήγη, καὶ βέλει τις ἀπὸ τόξου τὸν θώρακα διέκοψεν, οὗ τοῖς περὶ τὸν μαστὸν ἐνερεισθέντος ὀστέοις καὶ καταπαγέντος ὁ μὲν καυλὸς ἐξεῖχε βαρύνων, τῆς δ᾽ ἀκίδος ὁ σίδηρος τεττάρων δακτύλων εὖρος ἔσχε καὶ πέντε μῆκος. ἔσχατον δὲ τῶν δεινῶν, ὁ μὲν ἠμύνετο τοὺς κατὰ στόμα καὶ τὸν βαλόντα καὶ πελάσαι τολμήσαντα μετὰ ξίφους