macedonius ii
Παρμενὶς οὐκ ἔργῳ: τὸ μὲν οὔνομα καλὸν ἀκούσας
ὠισάμην σὺ δέ μοι πικροτέρη θανάτου:
καὶ φεύγεις φιλέοντα, καὶ οὐ φιλέοντα διώκεις,
ὄφρα πάλιν κεῖνον καὶ φιλέοντα φύγῃς.
κεντρομανὲς δ᾽ ἄγκιστρον ἔφυ στόμα, καί με δακόντα
εὐθὺς ἔχει ῥοδέου χείλεος ἐκκρεμέα.