rufinus
ἀρνεῖται τὸν ἔρωτα Μελισσιάς, ἀλλὰ τὸ σῶμα
κέκραγ᾽ ὡς βελέων δεξάμενον φαρέτρην,
καὶ βάσις ἀστατέουσα, καὶ ἄστατος ἄσθματος ὁρμή,
καὶ κοῖλαι βλεφάρων ἰοτυπεῖς βάσιες.
ἀλλά, Πόθοι, πρὸς μητρὸς ἐϋστεφάνου Κυθερείης,
φλέξατε τὴν ἀπιθῆ, μέχρις ἐρεῖ ‘ Φλέγομαι.’