phanias
φάρσος σοὶ γεραροῦ τόδε βότρυος, εἰνόδι᾽ Ἑρμᾶ,
καὶ τρύφος ἰπνεύτα πιαλέου φθόιος
πάρκειται, σῦκόν τε μελαντραγές, ἅ τε φιλουλὶς
δρύππα, καὶ τυρῶν δρύψια κυκλιάδων,
ἀκτά τε Κρηταιὶς, ἐυτριβέος τε ῥόειπα
θωμὸς, καὶ Βάκχου πῶμ᾽ ἐπιδορπίδιον
τοῖσιν ἅδοι καὶ Κύπρις, ἐμὰ θεός: ὔμμι δὲ ῥέξειν
φημὶ παρὰ κροκάλαις ἀργιπόδαν χίμαρον.