crinagoras
Τυρσηνῆς κελάδημα διαπρύσιον σάλπιγγος,
πολλάκι Πισαίων στρηνὲς ὑπὲρ πεδίων
φθεγξαμένης, ὁ πρὶν μὲν ἔχει χρόνος ἐν δυσὶ νίκαις:
εἰ δὲ σὺ καὶ τρισσοὺς ἤγαγες εἰς στεφάνους
ἀστὸν Μιλήτου Δημοσθένε᾽, οὔ ποτε κώδων
χάλκεος ἠχήσει πλειοτέρῳ στόματι.