previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[50] οἱ δὲ περὶ τὸν Ἰόνιον οὔπω τὴν Τυρρηνῶν μετάνοιαν ἐγνωκότες μυρίους καὶ πεντακισχιλίους ὁδὸν ἀτριβῆ καὶ μακρὰν ἐς τὴν Τυρρηνίαν ἐπὶ συμμαχίᾳ περιέπεμπον. καὶ αὐτοῖς ἐπιπεσὼν Γναῖος Πομπήιος, ὕπατος ὢν ἤδη, διέφθειρεν ἐς πεντακισχιλίους: καὶ τῶν λοιπῶν ἐς τὰ σφέτερα διὰ ἀπόρου χώρας καὶ χειμῶνος ἐπιπόνου διατρεχόντων οἱ ἡμίσεις βαλανηφαγοῦντες διεφθάρησαν. τοῦ δ᾽ αὐτοῦ χειμῶνος Πόρκιος μὲν Κάτων, σύναρχος τοῦ Πομπηίου, Μάρσοις πολεμῶν ἀνῃρέθη. Λεύκιος δὲ Κλοέντιος Σύλλᾳ περὶ τὰ Πομπαῖα ὄρη στρατοπεδεύοντι μάλα καταφρονητικῶς ἀπὸ σταδίων τριῶν παρεστρατοπέδευε. καὶ Σύλλας τὴν ὕβριν οὐκ ἐνεγκὼν οὐδὲ τῶν ἰδίων τοὺς χορτολογοῦντας ἀναμείνας ἐπέδραμε τῷ Κλοεντίῳ. καὶ τότε μὲν ἡττώμενος ἔφευγε, προσλαβὼν δὲ τοὺς χορτολογοῦντας τρέπεται τὸν Κλοέντιον. δ᾽ αὐτίκα μὲν πορρωτέρω μετεστρατοπέδευεν, ἀφικομένων δ᾽ αὐτῷ Γαλατῶν αὖθις ἐπλησίαζε τῷ Σύλλᾳ. καὶ συνιόντων τῶν στρατῶν Γαλάτης ἀνὴρ μεγέθει μέγας προδραμὼν προυκαλεῖτό τινα Ῥωμαίων ἐς μάχην. ὡς δ᾽ αὐτὸν ὑποστὰς Μαυρούσιος ἀνὴρ βραχὺς ἔκτεινεν, ἐκπλαγέντες οἱ Γαλάται αὐτίκα ἔφευγον. παραλυθείσης δὲ τῆς τάξεως οὐδ᾽ ἄλλος ὅμιλος ἔτι τοῦ Κλοεντίου παρέμενεν, ἀλλ᾽ ἔφευγεν ἐς Νῶλαν ἀκόσμως. καὶ Σύλλας αὐτοῖς ἑπόμενος ἔκτεινεν ἐς τρισμυρίους ἐν τῷ δρόμῳ καὶ τῶν Νωλαίων αὐτοὺς μιᾷ πύλῃ δεχομένων, ἵνα μὴ οἱ πολέμιοι σφίσι συνεσπέσοιεν, ἑτέρους ἔκτεινεν ἀμφὶ τοῖς τείχεσιν ἐς δισμυρίους: καὶ σὺν τοῖσδε Κλοέντιος ἀγωνιζόμενος ἔπεσε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
  • Cross-references to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: