previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[63] δὲ Πομπήιος τήν τε νίκην ὑπερεπαίρων ἐπέστελλε βασιλεῦσι καὶ πόλεσι πάσαις καὶ τὸν στρατὸν αὐτίκα τὸν Καίσαρος ἤλπιζε πρὸς ἑαυτὸν μεταβαλεῖσθαι, λιμῷ τε πεπιεσμένον καὶ ὑπὸ τῆς ἥττης καταπεπληγμένον, μάλιστα δὲ τοὺς ἡγεμόνας αὐτοῦ, τὸ σφέτερον ἁμάρτημα φοβουμένους. οἱ δέ, θεοῦ σφᾶς ἐπὶ μετάνοιαν ἄγοντος, τὸ ἁμάρτημα ᾐδοῦντο καὶ τοῦ Καίσαρος αὐτοῖς ἐπιμεμφομένου τε πράως καὶ συγγνώμην διδόντος ἔτι μᾶλλον ἠρεθίζοντο καθ᾽ ἑαυτῶν καὶ ἐκ παραδόξου μεταβολῆς ἐκέλευον τῷ πατρίῳ νόμῳ διακληρώσαντα αὑτοὺς τὸ δέκατον μέρος ἀναιρεῖν. οὐ πειθομένου δὲ τοῦ Καίσαρος μᾶλλον ᾐδοῦντο καὶ συνεγίνωσκον αὐτὸν οὐκ ἀξίως ὑπὸ σφῶν ἠδικῆσθαι καὶ τοὺς φέροντας τὰ σημεῖα κτείνειν ἐπεβόων, ὡς οὐκ ἂν αὐτοί ποτε φυγόντες, εἰ μὴ τὰ σημεῖα προαπεστράφη. ὡς δὲ Καῖσαρ οὐδὲ τοῦτ᾽ ἀνασχόμενος ὀλίγους μόλις ἐκόλασεν, αὐτίκα πᾶσιν. αὐτοῦ πρὸς τὴν μετριοπάθειαν ὁρμὴ τοσήδε ἐνέπιπτεν, ὡς εὐθὺς αὐτὸν ἄγειν ἀξιοῦν ἐπὶ τοὺς πολεμίους: καὶ ἐνέκειντο σφόδρα προθύμως, παρακαλοῦντές τε καὶ ὑπισχνούμενοι διορθώσεσθαι τὸ ἁμάρτημα νίκῃ καλῇ: κατά τε σφᾶς ἐπιστρεφόμενοι πρὸς ἀλλήλους ἰλαδὸν κατὰ μέρη συνώμνυντο, ἐφορῶντος αὐτοῦ Καίσαρος, μὴ ἐπανήξειν ἐκ τῆς μάχης, εἰ μὴ κρατοῖεν.

[64] ὅθεν αὐτὸν οἱ μὲν φίλοι παρεκάλουν ἀποχρήσασθαι τοιᾷδε μετανοίᾳ καὶ προθυμίᾳ στρατοῦ: δ᾽ ἐς μὲν τὸ πλῆθος εἶπεν, ὅτι μετὰ βελτιόνων καιρῶν αὐτοὺς ἐπὶ τοὺς πολεμίους ἄξει, καὶ μεμνῆσθαι τῆσδε τῆς προθυμίας διεκελεύσατο, τοὺς δὲ φίλους ἀνεδίδασκεν, ὅτι χρὴ καὶ τῶνδε προεξελεῖν τὸν φόβον τῆς ἥττης πολὺν αὐτοῖς ἐγγενόμενον καὶ τῶν πολεμίων τὸ φρόνημα ἀκμάζον προκαθελεῖν. ὡμολόγει τε μεταγιγνώσκειν πρὸς Δυρραχίῳ στρατοπεδεύσας, ἔνθα ἔστιν παρασκευὴ πᾶσα Πομπηίῳ, δέον ἀποσπᾶν αὐτὸν ἑτέρωθι ἐς ὁμοίας ἀπορίας.

καὶ τάδε εἰπὼν ἐς Ἀπολλωνίαν εὐθὺς μετῄει καὶ ἀπ᾽ αὐτῆς ἐς Θεσσαλίαν νυκτὸς ὑπεχώρει λανθάνων: Γόμφους τε πόλιν μικρὰν οὐ δεχομένην αὐτὸν ἐξεῖλεν ὑπὸ ὀργῆς καὶ ἐπέτρεψε τῷ στρατῷ διαρπάσαι. οἱ δ᾽ ὡς ἐκ λιμοῦ πάντων ἐνεπίμπλαντο ἀθρόως καὶ ἐμεθύσκοντο ἀπρεπῶς, καὶ μάλιστα αὐτῶν οἱ Γερμανοὶ γελοιότατοι κατὰ τὴν μέθην ἦσαν, ὥστε δοκεῖ καὶ τότε ἂν Πομπήιος ἐπελθὼν ἐργάσασθαί τι λαμπρόν, εἰ μὴ διώκειν ὅλως ὑπερεῖδεν ἐκ καταφρονήσεως, μέχρι Καῖσαρ ἑπτὰ συντόνως ἡμέραις ὁδεύσας ἐστρατοπέδευσε περὶ Φάρσαλον. λέγεται δ᾽ ἐν τοῖς Γόμφοις γενέσθαι παθήματα γενναῖα καὶ νεκροὺς τῶν ἐπιφανῶν γερόντων ἐν ἰατρείῳ φανῆναι, κυλίκων αὐτοῖς παρακειμένων ἀτρώτοις, εἴκοσι μὲν ὡς ἐκ μέθης κατακεκλιμένους ἐπὶ τὸ ἔδαφος, ἕνα δ᾽ ἐπὶ θρόνου παρακαθεζόμενον οἷα ἰατρόν, ὃς τὸ φάρμακον αὐτοῖς ἄρα παρέσχε.

[65] Πομπήιος δ᾽ ἐπὶ τῇ Καίσαρος ἀναζεύξει βουλὴν προυτίθει. καὶ Ἀφρανίῳ μὲν ἐδόκει τὸ ναυτικόν, δὴ καὶ πολὺ προῦχεν, ἐπιπέμπειν Καίσαρι καὶ ἐνοχλεῖν θαλασσοκρατοῦντας ἀλωμένῳ καὶ ἀποροῦντι, τὸ δὲ πεζὸν αὐτὸν Πομπήιον ἄγειν κατὰ σπουδὴν ἐς τὴν Ἰταλίαν εὔνουν τε πρὸς αὐτὸν οὖσαν καὶ πολεμίων ἔρημον, κρατυνάμενον δ᾽ αὐτήν τε καὶ Γαλατίαν καὶ Ἰβηρίαν ἐξ οἰκείας καὶ ἡγεμονίδος γῆς αὖθις ἐπιχειρεῖν Καίσαρι. δὲ καὶ ταῦτα ἄριστα ἄν οἱ γενόμενα παριδὼν ἐπείθετο τοῖς λέγουσιν αὐτίκα τὸν Καίσαρος στρατὸν μεταθήσεσθαι πρὸς αὐτὸν ὑπὸ τοῦ λιμοῦ, οὐ πολὺ σφίσιν ἔσεσθαι τὸ ἔτι λοιπὸν ἐπὶ τῇ κατὰ Δυρράχιον γενομένῃ νίκῃ: τὸ δ᾽ ἐναντίον αἴσχιστον εἶναι, καταλιπεῖν φεύγοντα Καίσαρα καὶ τοῖς ἡττηθεῖσιν ὁμοίως τὸν νικῶντα φεύγειν. μὲν δὴ τοῖσδε προσθέμενος αἰδοῖ μάλιστα τῶν ἑῴων ἐθνῶν ἐς αὐτὸν ἀφορώντων καὶ φειδοῖ Λευκίου Σκιπίωνος, μή τι περὶ Μακεδονίαν ὢν ἔτι πάθοι, μάλιστα δ᾽ ἐς ἀγῶνα χρήσασθαι θαρροῦντι τῷ στρατῷ διανοούμενος ἐπῆλθε καὶ ἀντεστρατοπέδευσε τῷ Καίσαρι περὶ Φάρσαλον, καὶ τριάκοντα σταδίους ἀλλήλων ἀπεῖχον.

[66] ἀγορὰ δὲ Πομπηίῳ μὲν ἦν πανταχόθεν: οὕτω γὰρ αὐτῷ προδιῴκηντο καὶ ὁδοὶ καὶ λιμένες καὶ φρούρια, ὡς ἔκ τε γῆς αἰεὶ φέρεσθαι καὶ διὰ θαλάσσης πάντα ἄνεμον αὐτῷ φέρειν: Καῖσαρ δὲ μόνον εἶχεν, τι μόλις εὕροι καὶ λάβοι κακοπαθῶν. καὶ οὐδ᾽ ὣς αὐτὸν ἀπέλιπεν οὐδείς, ἀλλὰ σπουδῇ δαιμονίῳ συνενεχθῆναι τοῖς πολεμίοις ὠρέγοντο καὶ ἡγοῦντο πολέμῳ μὲν εἶναι παρὰ πολὺ ἀμείνους νεοστρατεύτων ἔτι ὄντων δέκα ἔτεσιν ἠσκημένοι, εἰς δὲ ταφρείας περιτειχίσεις σιτολογίας ἐπιπόνους ἀσθενέστεροι διὰ γῆρας: ὅλως τε κάμνουσιν αὐτοῖς ἐδόκει δρᾶν τι ... μετ᾽ ἀργίας λιμῷ διαφθαρῆναι. ὧν Πομπήιος αἰσθανόμενος ἐπικίνδυνον μὲν ἡγεῖτο γεγυμνασμένοις καὶ ἀπογινώσκουσιν αὑτῶν ἀνδράσι καὶ τύχῃ Καίσαρος λαμπρᾷ περὶ τῶν ὅλων συνενεχθῆναι δι᾽ ἑνὸς ἔργου, δυνατώτερον δὲ καὶ ἀκινδυνοτερον ἐκτρῦσαι ταῖς ἀπορίαις αὐτοὺς οὔτε γῆς εὐπόρου κρατοῦντας οὔτε θαλάσσῃ χρωμένους οὔτε ναῦς ἐς φυγὴν ταχεῖαν ἔχοντας.

μὲν δὴ κρατίστῳ λογισμῷ τρίβειν τὸν πόλεμον ἐγνώκει, καὶ ἐς λοιμὸν ἐκ λιμοῦ τοὺς πολεμίους περιφέρειν: [67] πολὺ δ᾽ ἀμφ᾽ αὐτὸν πλῆθος ἀνδρῶν ἀπό τε τῆς βουλῆς ὁμοτίμων οἱ καὶ τῶν καλουμένων ἱππέων οἱ διαφανέστατοι βασιλέες τε πολλοὶ καὶ δυνάσται, οἱ μὲν ὑπ᾽ ἀπειρίας, οἱ δ᾽ ἀμέτρως τοῖς περὶ τὸ Δυρράχιον εὐπραγήμασιν ἐπηρμένοι, εἰσὶ δ᾽ οἳ καὶ τῷ πλέονες εἶναι τῶν πολεμίων, οἱ δὲ καὶ κάμνοντες ὅλως τῷ πολέμῳ τὴν κρίσιν ταχυτέραν μᾶλλον πρέπουσαν ἐπειγόμενοι γενέσθαι, πάντες ἐξώτρυνον αὐτὸν ἐς τὴν μάχην, ἐπιδεικνύοντες αἰεὶ τὸν Καίσαρα παρατάττοντά τε καὶ προκαλούμενον. δ᾽ ἐξ αὐτοῦ μάλιστα τοῦδε αὐτοὺς ἀνεδίδασκεν, ὅτι Καίσαρι μὲν τοῦτ᾽ ἐξ ἀπορίας ἀναγκαῖον ἦν, σφίσι δὲ καὶ διὰ τοῦτ᾽ εὔκαιρον ἡσυχάζειν, ὅτι Καῖσαρ ὑπ᾽ ἀνάγκης ἐπείγοιτο. ἐνοχλούμενος δὲ ὑπό τε τοῦ στρατοῦ παντὸς ἐπηρμένου τοῖς περὶ τὸ Δυρράχιον ἀμέτρως καὶ τῶν ἐπ᾽ ἀξιώσεως αὐτὸν ἐπιτωθαζόντων ἐς φιλαρχίαν ὡς ἑκόντα βραδύνοντα, ἵν᾽ ἀνδρῶν ὁμοτίμων τοσῶνδε ἄρχοι, καὶ ἐπὶ τῷδε αὐτὸν βασιλέα τε βασιλέων καὶ Ἀγαμέμνονα καλούντων, ὅτι κἀκεῖνος βασιλέων διὰ τὸν πόλεμον ἦρχεν, ἐξέστη τῶν οἰκείων λογισμῶν καὶ ἐνέδωκεν αὐτοῖς, θεοῦ βλάπτοντος ἤδη καὶ τἆλλα παρ᾽ ὅλον τόνδε τὸν πόλεμον. νωθής τε γὰρ καὶ βραδὺς παρὰ τὴν αὑτοῦ φύσιν ἐν ἅπασι γεγονὼς παρεσκευάζετο ἄκων ἐς μάχην ἐπὶ κακῷ τε αὑτοῦ καὶ τῶν αὐτὸν ἀναπειθόντων.

[68] Καίσαρι δὲ τῆς νυκτὸς ἐκείνης τρία μὲν ἐπὶ σιτολογίαν ἐξῄει τέλη ῾τὸν γὰρ Πομπήιον ἐπαινῶν τῆς βραδυτῆτος καὶ οὐδαμοῦ νομίζων μεταθήσεσθαι τοῦ βουλεύματος περιέπεμπεν ἐπὶ σῖτον̓, πυθόμενος δὲ τῆς παρασκευῆς ἥσθη τε τῆς ἀνάγκης, ἣν εἴκαζεν ἠναγκάσθαι Πομπήιον ὑπὸ τοῦ στρατοῦ, καὶ τὸν ἑαυτοῦ τάχιστα ἀνεκάλει πάντα καὶ ἀντιπαρεσκευάζετο. θυόμενός τε νυκτὸς μέσης τὸν Ἄρη κατεκάλει καὶ τὴν ἑαυτοῦ πρόγονον Ἀφροδίτην ῾ἐκ γὰρ Αἰνείου καὶ Ἴλου τοῦ Αἰνείου τὸ τῶν Ἰουλίων γένος παρενεχθέντος τοῦ ὀνόματος ἡγεῖτο εἶναἰ, νεών τε αὐτῇ νικηφόρῳ χαριστήριον ἐν Ῥώμῃ ποιήσειν εὔχετο κατορθώσας. ὡς δὲ καὶ σέλας ἐξ οὐρανοῦ διαπτὰν ἀπὸ τοῦ Καίσαρος ἐς τὸ Πομπηίου στρατόπεδον ἐσβέσθη, οἱ μὲν ἀμφὶ τὸν Πομπήιον ἔσεσθαί τι λαμπρὸν αὑτοῖς ἔφασαν ἐκ τῶν πολεμίων, δὲ Καῖσαρ σβέσειν αὐτὸς ἐμπεσὼν τὰ Πομπηίου. αὐτῷ δὲ τῷ Πομπηίῳ τῆς αὐτῆς νυκτός τινα τῶν ἱερείων ἐκφυγόντα οὐ συνελήφθη, καὶ μελισσῶν ἑσμὸς ἐπὶ τοῖς βωμοῖς ἐκάθισε, ζῴου νωχελοῦς. μικρόν τε πρὸ ἕω πανικὸν ἐνέπεσεν αὐτοῦ τῷ στρατῷ: καὶ τόδε περιδραμὼν αὐτὸς καὶ καταστήσας ἀνεπαύετο σὺν ὕπνῳ βαθεῖ: περιεγειράντων δ᾽ αὐτὸν τῶν φίλων, ὄναρ ἔφασκεν ἄρτι νεὼν ἐν Ῥώμῃ καθιεροῦν Ἀφροδίτῃ νικηφόρῳ.

[69] καὶ τόδε μὲν ἀγνοίᾳ τῆς Καίσαρος εὐχῆς οἵ τε φίλοι καὶ στρατὸς ἅπας πυθόμενοι ἥδοντο, καὶ τἆλλα ἀλόγως σὺν ὁρμῇ καὶ καταφρονήσει χωροῦντες ἐπὶ τὸ ἔργον ὡς ἐπὶ ἕτοιμον. ὧν γε πολλοὶ καὶ τὰς σκηνὰς δάφναις ἀνέστεφον ἤδη, συμβόλῳ νίκης: καὶ οἱ θεράποντες αὐτοῖς δαῖτα λαμπροτάτην ἐπόρσυνον: εἰσὶ δ᾽ οἳ καὶ περὶ τῆς Καίσαρος ἀρχιερωσύνης ἐς ἀλλήλους ἤδη διήριζον. ἅπερ Πομπήιος οἷα πολέμων ἔμπειρος ἀπεστρέφετο καὶ νεμεσῶν ἐπ᾽ αὐτοῖς ἐνεκαλύπτετο, κατεσιώπα δ᾽ ὅμως ὑπὸ ὄκνου καὶ δέους, ὥσπερ οὐ στρατηγῶν ἔτι, ἀλλὰ στρατηγούμενος καὶ πάντα πράσσων ὑπὸ ἀνάγκης παρὰ γνώμην. τοσοῦτον ἀνδρὶ μεγαλουργῷ καὶ παρὰ πᾶν ἔργον ἐς ἐκείνην τὴν ἡμέραν εὐτυχεστάτῳ γενομένῳ τὸ δύσθυμον ἐνεπεπτώκει, εἴτε ὅτι τὰ συμφέροντα κρίνων οὐκ ἔπειθεν, ἀλλ᾽ ἐπὶ κύβον ἐχώρει πλήθους ἀνδρῶν τοσῶνδε σωτηρίας καὶ τῆς ἑαυτοῦ δόξης ἐς τότε ἀηττήτου: εἴτε τι καὶ μαντικώτερον αὐτὸν πλησιάζοντος ἤδη τοῦ κακοῦ συνετάρασσε, μέλλοντα τῆς ἡμέρας ἐκείνης ἐκ δυναστείας τοσῆσδε ἀθρόως ἐκπεσεῖσθαι. τοσοῦτον δ᾽ οὖν εἰπὼν τοῖς φίλοις, ὅτι ἥδε ἡμέρα, ὁπότερος ἂν ἐπικρατήσῃ, μεγάλων ἐς αἰεὶ Ῥωμαίοις ἄρξει κακῶν, παρέτασσεν ἐς τὴν μάχην: δὴ καὶ μάλιστα αὐτοῦ τὴν διάνοιαν προπεσεῖν τινες ἐν τῷ φόβῳ νομίζοντες ἡγοῦντο οὐδ᾽ ἂν Πομπήιον κρατήσαντα μεθεῖναι τὴν μοναρχίαν.

[70] στρατιὰ δ᾽ ἦν, ὡς ἐμοὶ δοκεῖ, πολλῶν ἀμφίλογα εἰπόντων ἑπομένῳ μάλιστα Ῥωμαίων τοῖς τὰ πιθανώτατα γράφουσι περὶ τῶν ἐξ Ἰταλίας ἀνδρῶν, οἷς δὴ καὶ μάλιστα θαρροῦντες τὰ συμμαχικὰ οὐκ ἀκριβοῦσιν οὐδὲ ἀναγράφουσιν ὡς ἀλλότρια καὶ ὀλίγην ἐν αὐτοῖς εἰς προσθήκην χώραν ἔχοντα, Καίσαρι μὲν ἐς δισχιλίους ἐπὶ δισμυρίοις, καὶ τούτων ἱππέες ἦσαν ἀμφὶ τοὺς χιλίους, Πομπηίῳ δὲ ὑπὲρ τὸ διπλάσιον, καὶ τούτων ἱππέες ἐς ἑπτακισχιλίους. ὧδε μὲν τοῖς τὰ πιθανώτατα λέγουσι δοκεῖ μυριάδας ἑπτὰ ἀνδρῶν Ἰταλῶν συμπεσεῖν ἀλλήλοις ἐς μάχην: οἱ δ᾽ ὀλιγωτέρους ἑξακισμυρίων φασίν, οἱ δ᾽ ὑπερεπαίροντες τεσσαράκοντα μυριάδας γενέσθαι λέγουσι. καὶ τούτων οἱ μὲν ἡμιόλιον, οἱ δὲ ἐκ τριῶν νομίζουσιν ἀμφὶ τὰ δύο τῷ Πομπηίῳ γενέσθαι μέρη. τοσάδε μὲν ἀμφιγνοοῦσι περὶ τοῦ ἀκριβοῦς: ὅπως δ᾽ οὖν εἶχε, τοῖσδε μάλιστα τοῖς ἐξ Ἰταλίας ἑκάτερος αὐτῶν ἐθάρρει. τὸ δὲ συμμαχικὸν ἦν Καίσαρι μὲν ἱππέες τε Κελτοὶ ... καὶ Κελτῶν τῶν ὑπὲρ Ἄλπεις ἀριθμὸς ἄλλος: Ἑλλήνων δ᾽ ἐπέλταζον αὐτῷ Δόλοπες, Ἀκαρνᾶνες, Αἰτωλοί. τοσοίδε μὲν τῷ Καίσαρι συνεμάχουν, Πομπηίῳ δὲ πάντα τὰ ἑῷα ἔθνη κατὰ πλῆθος, οἱ μὲν ἐξ ἵππων, οἱ δὲ πεζοί, ἀπὸ μὲν τῆς Ἑλλάδος Λάκωνες ὑπὸ τοῖς ἰδίοις βασιλεῦσι τασσόμενοι, καὶ ἄλλη Πελοπόννησος καὶ Βοιωτοὶ μετ᾽ αὐτῶν. ἐστράτευον δὲ καὶ Ἀθηναῖοι, κηρυξάντων μὲν αὐτοὺς ἑκατέρων μὴ ἀδικεῖν τὸν στρατὸν ὡς ἱεροὺς τῶν Θεσμοφόρων, πρὸς δὲ τὴν δόξαν ἄρα τοῦ πολέμου τραπέντες ὡς ὑπὲρ τῆς Ῥωμαίων ἡγεμονίας ἀγωνιούμενοι.

[71] ἐπὶ δὲ τοῖς Ἕλλησιν ὀλίγου πάντες, ὅσοι περιιόντι τὴν ἐν κύκλῳ θάλασσαν ἐπὶ τὴν ἕω, Θρᾷκές τε καὶ Ἑλλησπόντιοι καὶ Βιθυνοὶ καὶ Φρύγες καὶ Ἴωνες, Λυδοί τε καὶ Παμφύλιοι καὶ Πισίδαι καὶ Παφλαγόνες, καὶ Κιλικία καὶ Συρία καὶ Φοινίκη καὶ τὸ Ἑβραίων γένος καὶ Ἄραβες οἱ τούτων ἐχόμενοι Κύπριοί τε καὶ Ῥόδιοι καὶ Κρῆτες σφενδονῆται καὶ ὅσοι ἄλλοι νησιῶται. παρῆσαν δὲ καὶ βασιλέες καὶ δυνάσται στρατὸν ἄγοντες, Δηιόταρος μὲν τετράρχης Γαλατῶν τῶν ἑῴων, Ἀριαράθης δὲ Καππαδοκῶν βασιλεύς. Ἀρμενίους δὲ ἦγε τοὺς ἐντὸς Εὐφράτου στρατηγὸς Ταξίλης καὶ Ἀρμενίους τοὺς ὑπὲρ Εὐφράτην Μεγαβάτης, ὕπαρχος Ἀρταπάτου βασιλέως: ἄλλοι τε μικροὶ δυνάσται συνεπελαμβάνοντο τοῦ πόνου. λέγονται: δὲ καὶ ἀπ᾽ Αἰγύπτου νῆες ἑξήκοντα αὐτῷ παραγενέσθαι παρὰ τῶν Αἰγύπτου βασιλέων, Κλεοπάτρας τε καὶ τοῦ ἀδελφοῦ, παιδὸς ἔτι ὄντος. ἀλλ᾽ αἵδε μὲν οὐ συνεμάχησαν: οὐδὲ γὰρ τὸ ἄλλο ναυτικόν, ἀλλ᾽ ἐπὶ ἀργίας ἐν Κερκύρᾳ κατέμενε. καὶ δοκεῖ Πομπήιος τόδε μάλιστα ἀφρόνως ἐργάσασθαι, τῶν μὲν νεῶν καταφρονήσας, αἷς δὴ πολὺ προύχων ἐδύνατο πανταχοῦ τὴν ἐπακτὸν ἀγορὰν τοὺς πολεμίους ἀφαιρεῖσθαι, ἐν δὲ ἀγῶνι πεζῷ συνενεχθεὶς ἀνδράσιν ἐκ πόνου πολλοῦ μεγαλαύχοις τε καὶ θηριώδεσιν ἐς μάχας γενομένοις. ἀλλ᾽ αὐτὸν αὐτοὺς φυλαξάμενον περὶ Δυρράχιον θεοβλάβεια δοκεῖ παραγαγεῖν, ἐν καιρῷ μάλιστα δὴ πάντων ἥδε τῷ Καίσαρι γενομένη: διὰ γὰρ αὐτὴν στρατὸς τοῦ Πομπηίου κουφόνως μάλα ἐπήρθη, καὶ τοῦ στρατηγοῦ σφῶν κατεκράτησαν καὶ ἐς τὸ ἔργον ἀπειροπολέμως ἐτράποντο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: