previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὀνομαστὶ κωμῳδεῖν ἐξῇ, πιστοῦσθαι δὲ οὐκ ἐνῆν τὸν λόγον, εἰ μή τινας εἶπε κακῶς ὀνομαστί. φέρε γὰρ πρὸς θεῶν, εἰ πρὸ τούτων τῶν ἀνδρῶν ἔτυχε γενόμενος, νὴ Δί᾽ εἴ τις ἄλλος τῶν ὑπὲρ τούτους ἄνω τὸν αὐτὸν τοῦτον λόγον ἠγωνίζετο, ἆρ᾽ ἂν οἷός τ᾽ ἦν Μιλτιάδου κατηγορεῖν καὶ Θεμιστοκλέους καὶ τῶν μήπω γεγενημένων; οὐδαμῶς. ὅτε τοίνυν ἦσαν λόγοι τῷ πράγματι καὶ χωρὶς τῆς περὶ τούτων μνήμης, οὐ μετ᾽ ἀνάγκης ἤκουον οὗτοι κακῶς. ὅτι τοίνυν οὐδ᾽ ἀληθῆ κατ᾽ αὐτῶν εἴρηκεν, ἄνευ τοῦ μηδὲν προσήκειν βλασφημεῖν, εἰ καὶ τὰ μάλιστα ἐλέγχειν ἔμελλε, τοῦτ᾽ ἤδη πειράσομαι δεικνύναι.

καὶ πρῶτον μὲν τὸν Περικλέα σκεψώμεθα, ἐπειδὴ καὶ πρῶτον ἐξετάζειν ἐκεῖνον ἐπεχείρησεν, εἰ ἄρα ἄξιος ἀνὴρ ἀκοῦσαι ταῦτα, τῶν ἰδίων ἕνεκα τῆς πολιτείας. ἐκεῖνος τοίνυν λέγεται βιῶναι μὲν οὕτως σεμνῶς ὥστε μηδὲν τῶν προφητῶν καὶ τῶν ἱερέων τὸν ἐκείνου βίον διαφέρειν, οὕτω δὲ εἶναι σώφρων ὥστε καὶ βαδίζειν τεταγμένα καὶ τὴν ὀρθὴν ὁδὸν σώζειν κατὰ τὴν παροιμίαν, διαίτης δὲ τάξιν τὴν μέσην προῃρῆσθαι, μήτε ὑπερήφανον μήτε ἀνελεύθερον, ὥσπερ τοὺς πρεσβυτάτους Ἀθηναίων Πλάτωνος ὑμνεῖ λόγος: δημοτικὸς δὲ ὢν τῇ προαιρέσει καὶ [p. 160]πράττων ὑπὲρ τοῦ πλήθους ἐναντία Θουκυδίδῃ πλεῖστον τῆς ἀγοραίου προπετείας καὶ κομψότητος ἀποσχεῖν, ὅς γε οὐδὲ γελῶν οὐδ᾽ ὑφ᾽ ἑνὸς πώποτε ὀφθῆναι, ἀλλὰ τῆς μὲν πολιτείας τῇ φυλακῇ καὶ τῷ τὸ ἴσον τοῖς ἄλλοις ἔχων ἀνέχεσθαι κοινὸς εἴπερ τις ἀνθρώπων εἶναι, τῷ δὲ ἀξιώματι τῆς γνώμης καὶ τῷ μὴ τῶν αὐτῶν ἡττᾶσθαι τοῖς πολλοῖς ὀλίγοις καταλιπεῖν ἐγγὺς ἐλθεῖν ἑαυτοῦ. χρημάτων τοίνυν τοσοῦτον γενέσθαι κρείττων ὥσθ᾽ ὅτι μὲν καὶ τοὺς ἀγροὺς


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: