previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

θαυμασόμεθα; ὅστις οὕτω καμνόντων ἡγεῖτο, ὡς οὐδ᾽ ἂν εἷς τῶν ἐρρωμένων καθαρῶς. οὕτω καὶ τῶν πολεμίων καὶ τῶν πολιτῶν καὶ τοῦ λοιμοῦ καὶ παντὸς ἦν κρείττων πράγματος. καίτοι σχολῇ γ᾽ ἂν Ἀθηναίους ἑαυτῶν ὄντας εἴασεν ἀργεῖν, ὑποκατακλίνεσθαί τισιν ἀνθρώπων, ὅστις οὐδὲ κάμνειν αὐτοῖς ἐπέτρεπεν, ἀλλ᾽ εἴς γε τὸν περὶ τῆς ἐλευθερίας ἀγῶνα καὶ τὸ μὴ λιπεῖν τὴν τοῦ φρονήματος τάξιν ἠξίου καὶ παρὰ τὴν ὑπάρχουσαν τύχην ἐρρῶσθαι. πρότερον δ᾽ ἔγωγ᾽ ἂν ᾤμην τὸν Μελέαγρον ὀφλῆσαι δειλίας Περικλέα, ὅν γε καὶ πρὶν γενέσθαι προσεῖπεν ἀπ᾽ αὐτῶν τῶν ἐναντιωτάτων θεὸς, προειπὼν αὐτοῦ τῇ μητρὶ λέοντα τέξεσθαι: δ᾽ ἐπὶ ταύτῃ τῇ ὄψει τίκτει Περικλέα. [p. 192] ὥσθ᾽ ὅρα μὴ λέοντα ξυρεῖν ἐπιχειρῶμεν, οὐ Θρασύμαχον συκοφαντεῖν ἐπιχειροῦντες, ἀλλὰ κωμῳδεῖν Περικλέα, καὶ ταῦτα εἰς δειλίαν, ἔπειτ᾽ αὐτοὶ δόξωμεν ἀνδρειότεροι τοῦ δέοντος εἶναι τοῖς βουλομένοις ἀντικατηγορεῖν, καὶ φανῇ τι καὶ δειλίας, εἰ δὲ βούλει, σιωπῆς ἀκίνδυνον γέρας, ὥς τις τῶν Κείων ἔφη ποιητής.

ἀλλὰ γὰρ λίνον λίνῳ συνάπτει, φασίν. ὃς γὰρ ἐτόλμησεν εἰπεῖν ὅτι καὶ φιλαργύρους ἀπέφηνε Περικλῆς ἀνθρώπων καὶ οὑστινασοῦν τί τις ἂν λέγοι; νὴ Δία, πρῶτος γὰρ εἰς μισθοφορὰν κατέστησε τὰ πράγματα. ἐγὼ δὲ εἰμὶ μὲν οὐδ᾽ αὐτὸς τῶν ἐπαινούντων τὸ μισθοφορεῖν, καὶ τούτου σχεδὸν ἔργῳ πεῖραν ἐγὼ δεδωκέναι νομίζω. οὔκουν μέτεστί μοι τοῦ πράγματος οὐδὲν, ἀλλὰ καὶ τῶν λόγων προὔστην καθαρώτερον τῶν φόρων οἶμαι τὸν ὁμώνυμον,


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: