previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπείθοντο, καὶ καταλιπόντες ἱερὰ καὶ τάφους καὶ γῆν εἰς ἕνα ἑώρων Θεμιστοκλέα, παίδων καὶ γονέων καὶ τῶν τῆς φύσεως ἀναγκαίων ἐκεῖνον προκρίναντες, καὶ ὥσπερ τῆς ἱερᾶς ἀγκύρας τῆς ἐκείνου φωνῆς ἐχόμενοι. οὐκ ἂν τότε γ᾽ αὐτοὺς οὐδ᾽ Ὀρφεὺς ὡς ἑαυτὸν μετέστησεν. ἀλλὰ μὴν γ᾽ ἐν τῇ Σαλαμῖνι καὶ λέγων καὶ πράττων διετέλεσεν ἐν ἅπασιν ἤδη τοῖς Ἕλλησι πολιτευόμενος, καὶ ὅσας καὶ οἵας ἀφῆκε φωνὰς ὑπὲρ τοῦ καλοῦ καὶ τοῦ δικαίου καὶ ὁπόσους τινὰς ἄθλους διήνεγκε καὶ πράγμασιν οἵοις συνέσχετο, ὁπότε καὶ πείσειεν, ἐξ ἀρχῆς αὖθις αὖ περὶ τῶν αὐτῶν ἀγωνιζόμενος, καὶ τὴν συνουσίαν ἣν συνεγένετο Ἀριστείδῃ τῷ κατ᾽ ἐπωνυμίαν ἀρίστῳ τῶν Ἑλλήνων καὶ δικαιοτάτῳ, καὶ ὡς ἐφάμιλλα ὡμίλησαν, καὶ οὐ πολὺ δ᾽ ὕστερος ἦν τοῖς ἀμοιβαίοις, καὶ τὸ πάταξον μὲν, ἄκουσον δὲ ὑπὲρ πάντα Σωκράτη εἰρημένον πρὸς Εὐρυβιάδην καὶ μυρί᾽ ἕτερα ἀπέραντον ἂν εἴη λέγειν. ὡς δ᾽ ἀντέλεγε μὲν οὐδεὶς αὐτῷ, παραμένειν δὲ οὐκ ἐτόλμων, ἀλλ᾽ ἐξεχέοντο ὑπὸ τοῦ δέους οἱ λόγοι καὶ δρασμὸς ἐνίκα καὶ πράγματα αἴσχιστα ἔμελλε συμβήσεσθαι, καὶ οὐχ ὅσον τὸ τῆς δουλείας, ἀλλ᾽ ἀποδρᾶναι πρῶτον, εἶτα δουλεύειν, καὶ πρότερον δούλους κακοὺς δόξαι τοῖς βαρβάροις δούλους γενέσθαι, τότε δὴ, τότε ὑπὲρ πάντας ἰατροὺς πρὸς ἀνάγκην καὶ πρὸς ἀηδίαν σώζοντας ἐπάγει τοὺς βαρβάρους [p. 259]


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: