previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀγησίλαον, ὃς φιλότιμος ὢν καὶ φιλέταιρος πέρα τοῦ μετρίου παραλαβὼν τὴν πόλιν τὴν Λακεδαιμονίων γῆς καὶ θαλάττης ἄρχουσαν οὐ διεφύλαξεν ἐν τούτῳ τῷ σχήματι. καὶ σκόπει παρ᾽ οὕστινας αὐτὸν ἐξετάζω: Λυκοῦργον, Παυσανίαν, Λύσανδρον, Ἀγησίλαον. ἀλλὰ ταῦτα μὲν οὐδ᾽ ἂν εἷς αἰτιάσαιτο: ἐκρατεῖτο δὲ ὑπὸ τῶν τοῦ σώματος ἡδονῶν, ὥσπερ Θίβρωνα τὸν Σπαρτιάτην ἤδη τινὲς ᾐτιάσαντο καὶ μυρίους ἑτέρους ἔστι λέγειν καὶ Ἑλλήνων καὶ βαρβάρων. ἀλλ᾽ οἷα δὴ τὰ τῆς δημοκρατίας ἐπιχώρια, [p. 236] φαίνειν, ἐνδεικνύναι, δημεύειν, ὥσπερ Κλέωνα καὶ Κλεοφῶντα καὶ Ὑπέρβολον καὶ ἑτέρους ἀνθρώπους, οὐ ῥήτορας οὐδαμῶς, —οὔκουν εἴπερ γε ἦσαν τοιοῦτοιεἴδωλον δέ τι ῥητορικῆς ἀπειληφότας, εἰ δὴ τὸ μηδαμῆ μὲν ὅμοιον, πανταχῆ δ᾽ ἀσθενέστερον εἴδωλον χρὴ καλεῖν. ἀλλ᾽ ἐκεῖνός γε πάντων τούτων καθαρός. πῶς οὖν οὐκ [p. 237]ἐλυσιτέλει τοῖς Ἕλλησι τοιοῦτος ὤν; πῶς οὐκ ἐποίει βελτίους, εἴ τις προσεῖχεν αὐτῷ τὸν νοῦν; πολλῆς ταῦτα τῆς ἀνάγκης ἐστίν. εἰ δὲ μὴ σοφὸς ἦν τὰ μετέωρα ὥσπερ Ἀναξαγόρας, οὐδὲ Σωκράτης σοφὸς ἦν ταῦτά γε, καὶ ταῦτά γε, ὥς φασιν, ὁμιλήσας ἐκείνῳ. ἀλλ᾽ οὐδὲ Σωκράτης Ἀναξαγόρου φαυλότερος, οὔκουν, ὥς γε ὑμεῖς ἂν φαίητε, οὐδὲ Μιλτιάδης οὐδὲν ἴσως τῶν σοφιστῶν. οἶμαι δὲ κἂν ἐν θεῶν δικαστηρίῳ Μιλτιάδην κρινόμενον ἁπάσαις ἀποφυγεῖν, οὐχ ὥσπερ τὸν Ὀρέστην φασὶ τὰς ἡμισείας μεταλαβόντα. εἰκότως: μὲν γὰρ τὴν μητέρα ἀπέκτεινε δικαίως, δὲ τὴν Ἑλλάδα ἔσωσε δικαίως, καὶ τὰ τροφεῖα κάλλιστα ἀνθρώπων ἐξέτισεν οὐ μόνον τῇ πατρίδι, ἀλλὰ καὶ τῇ κοινῇ φύσει τοῦ γένους τοῦ Ἑλληνικοῦ. καὶ γάρ τοι κατὰ πόλεις


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: