Olympian 12
ΕΡΓΟΤΕΛΕΙ ΙΜΕΡΑΙΩι
ΔΟΛΙΧΟΔΡΟΜΩι
λίσσομαι, παῖ Ζηνὸς Ἐλευθερίου,
Ἱμέραν εὐρυσθενέ᾽ ἀμφιπόλει, σώτειρα Τύχα.
τὶν γὰρ ἐν πόντῳ κυβερνῶνται θοαὶ
νᾶες, ἐν χέρσῳ τε λαιψηροὶ πόλεμοι
5κἀγοραὶ βουλαφόροι. αἵ γε μὲν ἀνδρῶν
πόλλ᾽ ἄνω, τὰ δ᾽ αὖ κάτω ψεύδη μεταμώνια τάμνοισαι κυλίνδοντ᾽ ἐλπίδες:
[10] σύμβολον δ᾽ οὔ πώ τις ἐπιχθονίων
πιστὸν ἀμφὶ πράξιος ἐσσομένας εὗρεν θεόθεν:
τῶν δὲ μελλόντων τετύφλωνται φραδαί.
10πολλὰ δ᾽ ἀνθρώποις παρὰ γνώμαν ἔπεσεν,
ἔμπαλιν μὲν τέρψιος, οἱ δ᾽ ἀνιαραῖς
ἀντικύρσαντες ζάλαις ἐσλὸν βαθὺ πήματος ἐν μικρῷ πεδάμειψαν χρόνῳ.
υἱὲ Φιλάνορος, ἤτοι καὶ τεά κεν,
[20] ἐνδομάχας ἅτ᾽ ἀλέκτωρ, συγγόνῳ παρ᾽ ἑστίᾳ
15ἀκλεὴς τιμὰ κατεφυλλορόησε ποδῶν,
εἰ μὴ στάσις ἀντιάνειρα Κνωσίας ἄμερσε πάτρας.
νῦν δ᾽ Ὀλυμπία στεφανωσάμενος
καὶ δὶς ἐκ Πυθῶνος Ἰσθμοῖ τ᾽, Ἐργότελες,
θερμὰ Νυμφᾶν λουτρὰ βαστάζεις, ὁμιλέων παρ᾽ οἰκείαις ἀρούραις.