Nemean 2
ΤΙΜΟΔΗΜΩι ΑΧΑΡΝΕΙ
ΠΑΓΚΡΑΤΙΑΣΤΗι
ὅθεν περ καὶ Ὁμηρίδαι
ῥαπτῶν ἐπέων τὰ πόλλ᾽ ἀοιδοὶ
ἄρχονται, Διὸς ἐκ προοιμίου: καὶ ὅδ᾽ ἀνὴρ
καταβολὰν ἱερῶν ἀγώνων νικαφορίας δέδεκται πρῶτον Νεμεαίου
5ἐν πολυυμνήτῳ Διὸς ἄλσει.
ὀφείλει δ᾽ ἔτι, πατρίαν
[10] εἴπερ καθ᾽ ὁδόν νιν εὐθυπομπὸς
αἰὼν ταῖς μεγάλαις δέδωκε κόσμον Ἀθάναις,
θαμὰ μὲν Ἰσθμιάδων δρέπεσθαι κάλλιστον ἄωτον, ἐν Πυθίοισί τε νικᾶν
10Τιμονόου παῖδ᾽: ἔστι δ᾽ ἐοικὸς
ὀρειᾶν γε Πελειάδων
μὴ τηλόθεν Ὠαρίωνα νεῖσθαι.
[20] καὶ μὰν ἁ Σαλαμίς γε θρέψαι φῶτα μαχατὰν
δυνατός. ἐν Τρωΐᾳ μὲν Ἕκτωρ Αἴαντος ἄκουσεν: ὦ Τιμόδημε, σὲ δ᾽ ἀλκὰ
15παγκρατίου τλάθυμος ἀέξει.
Ἀχάρναι δὲ παλαίφατοι
εὐάνορες: ὅσσα δ᾽ ἀμφ᾽ ἀέθλοις,
Τιμοδημίδαι ἐξοχώτατοι προλέγονται.
[30] παρὰ μὲν ὑψιμέδοντι Παρνασῷ τέσσαρας ἐξ ἀέθλων νίκας ἐκόμιξαν:
20ἀλλὰ Κορινθίων ὑπὸ φωτῶν
ἐν ἐσλοῦ Πέλοπος πτυχαῖς
ὀκτὼ στεφάνοις ἔμιχθεν ἤδη:
ἑπτὰ δ᾽ ἐν Νεμέᾳ τὰ δ᾽ οἴκοι μάσσον᾽ ἀριθμοῦ
Διὸς ἀγῶνι. τόν, ὦ πολῖται, κωμάξατε Τιμοδήμῳ σὺν εὐκλέϊ νόστῳ:
25 [40] ἁδυμελεῖ δ᾽ ἐξάρχετε φωνᾷ.