Ἄμφις δ᾽ ἐν Πλάνῳ ῾II 244 K':'Ἄλεξις Ἀπεγλαυκωμένῳ ῾II 303 K':'
πρὸς τοὺς στρατηγοὺς ῥᾷόν ἐστιν μυρίαις
μοίραις προσελθόντ᾽ ἀξιωθῆναι λόγου
λαβεῖν τ᾽ ἀπόκρισιν <ὧν> ἂν ἐπερωτᾷ τις ἢ
πρὸς τοὺς καταράτους ἰχθυοπώλας ἐν ἀγορᾷ.
οὓς ἂν ἐπερωτήσῃ τις λαβών τι τῶν
παρακειμένων, ἔκυψεν ὥσπερ Τήλεφος
πρῶτον σιωπῇ ῾καὶ δικαίως τοῦτό γε:
ἅπαντες ἀνδροφόνοι γάρ εἰσιν ἑνὶ λόγᾠ,
ὡσεὶ προσέχων δ᾽ οὐδὲν οὐδ᾽ ἀκηκοὼς
ἔκρουσε πουλύπουν τιν᾽: ὃ δ᾽ ἐπρήσθη ....
............ καὶ τότ᾽ οὐ λαλῶν ὅλα
τὰ ῥήματ᾽, ἀλλὰ συλλαβὴν ἀφελὼν ‘τάρων
βολῶν γένοιτ᾽ ἄν:' ἡ δὲ κέστρα; ‘κτὼ βολῶν.'
τοιαῦτ᾽ ἀκοῦσαι δεῖ τὸν ὀψωνοῦντά τι.
τοὺς μὲν στρατηγοὺς τὰς ὀφρῦς ἐπὰν ἴδω
ἀνεσπακότας, δεινὸν μὲν ἠγοῦμαι ποεῖν,
οὐ πάνυ τι θαυμάζω δὲ προτετιμημένους
ὑπὸ τῆς πόλεως μεῖζόν τι τῶν ἄλλων φρονεῖν.
τοὺς δ᾽ ἰχθυοπώλας τοὺς κάκιστ᾽ ἀπολουμένους
ἐπὰν ἴδω κάτω βλέποντας, τὰς δ᾽ ὀφρῦς
ἔχοντας ἐπάνω τῆς κορυφῆς, ἀποπνίγομαι.
ἐὰν δ᾽ ἐρωτήσῃς ‘πόσου τοὺς κεστρέας
πωλεῖς δύ᾽ ὄντας,' ‘δέκ᾽ ὀβολῶν,' φησίν. ‘βαρύ.
ὀκτὼ λάβοις ἄν;᾽ ‘εἴπερ ὠνεῖ τὸν ἕτερον.'
‘ὦτάν, λαβὲ καὶ μὴ παῖζε.' ‘τοσουδί; παράτρεχε.'
ταῦτ᾽ οὐχὶ πικρότερ᾽ ἐστὶν αὐτῆς τῆς χολῆς;