Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καί τινος εἰπόντος ὅτι Μένανδρος
ἐν Ἥρωι ἔφη ῾IV 129 M':'
χοῦς κεκραμένου
οἴνου: λαβὼν ἔκπιθι τοῦτον,
ὁ Δημόκριτος ἔφη: ‘
Ἡσίοδος μέν,
ὦ ἑταῖροι,
παραινεῖ ῾opp. 596'
τρὶς ὕδατος προχέειν,
τὸ δὲ τέτρατον ἱέμεν οἴνου.
δι᾽ ὃν καὶ Ἀναξίλας ἐν Νηρεῖ ἔφη ῾II 271 K':'
καίτοι πολύ γ᾽ ἐσθ᾽ ἥδιον. οὐ γὰρ ἄν ποτε
ἔπινον <ἂν> τρί᾽ ὕδατος, οἴνου δ᾽ ἓν μόνον.
Ἄλεξις δ᾽ ἐν Τιτθῇ ἔτι σωφρονικώτερον κιρνάναι
παρακελεύεται ῾II 380 K':'
ἰδού [γάρ], πάρεστιν οἶνος: οὐκοῦν ἐγχέω
κρίτωνα; Β. πολὺ βέλτιον ἕνα καὶ τέτταρας.
Α. ὑδαρῆ λέγεις: ὅμως δὲ ταύτην ἐκπιὼν
λέγ᾽ εἴ τι καινόν, διατριβήν τε τῷ πότῳ
ποιῶμεν.
καὶ Διοκλῆς ἐν Μελίσσαις ῾I 768 K':'
πῶς δὲ καὶ κεκραμένον
πίνειν τὸν οἶνον δεῖ με; Β. τέτταρα καὶ δύο.'
ἡ δ᾽ οὖν κρᾶσις αὕτη παρὰ τὸ ἔθος οὖσα ἐπέμνησε
τάχα καὶ τὴν θρυλουμένην παροιμίαν:
ἢ πέντε πίνειν ἢ τρί᾽ ἢ μὴ τέτταρα.
ἢ γὰρ δύο πρὸς πέντε πίνειν φασὶ δεῖν ἢ ἕνα πρὸς
τρεῖς.
περὶ δὲ ταύτης τῆς κράσεως Ἴων ὁ ποιητὴς ἐν
τῷ περὶ Χίου φησὶν ῾FHG II 50' '
ὅτι εὑρὼν ὁ μάντις
Παλαμήδην ἐμαντεύσατο πλοῦν ἔσεσθαι τοῖς Ἕλλησι
πίνουσιν τρεῖς πρὸς ἕνα κυάθους.
οἳ δ᾽ ἐπιτεταμένως
χρώμενοι τῷ ποτῷ δύο οἴνου ἔπινον πρὸς πέντε ὕδατος.
Νικοχάρης γοῦν ἐν Ἀμυμώνῃ πρὸς τοὔνομα παίζων
ἔφη ῾I 770 K':'
Οἰνόμαος οὗτος, χαῖρε πέντε καὶ δύο:
κἀγώ τε καὶ σὺ συμπόται γενοίμεθα.
τὰ παραπλήσια εἴρηκε καὶ ἐν Λημνίαις ῾p. 773'.'
Ἀμειψίας δ᾽ ἐν Ἀποκοτταβίζουσιν ῾I 671 K':'
ἐγὼ δὲ Διόνυσος πᾶσιν ὑμῖν εἰμὶ πέντε καὶ δύο.
Εὔπολις Αἰξί ῾I 260 K':'
Διόνυσε, χαῖρε: μή τι πέντε καὶ δύο;
Ἕρμιππος Θεοῖς ῾I 230 K':'
ἔπειθ᾽ ὅταν πινώμεθ᾽ ἢ διψώμεθα,
εὐχόμεθα πρὸς τοῦθ᾽ ὁ ‘οἶνος, ὦ κέρας, γενοῦ.'
οὐκ ἀστου καὶ πηλουγω φέρω παίζων ἅμα,
καυθεὶς γεγένηται τοῦτο πέντε καὶ δύο.