previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πρὸς ταῦτα Αἰμιλιανὸς ἔφη:
βέλτιστε, πολλοῖς πολλὰ περὶ μαγειρικῆς
εἰρημέν᾽ ἐστί
κατὰ τοὺς Ἡγησίππου Ἀδελφούς IV 479 M':' σὺ οὖν δρῶν τι φαίνου καινὸν παρὰ τοὺς ἔμπροσθεν μὴ κόπτ᾽ ἐμέ, καὶ δεῖξον φέρεις καὶ λέγε τί ἐστι.' καὶ ὅς: ‘καταφρονεῖς ὅτι μάγειρός εἰμι ἴσως: ὅσον ἀπὸ ταύτης τῆς τέχνης εἴργασμ᾽ ἐγώ, κατὰ τὸν κωμικὸν Δημήτριον, ὃς ἐν τῷ ἐπιγραφομένῳ Ἀρεοπαγίτῃ ταῦτ᾽ εἴρηκεν IV 539 M':'
ὅσον ἀπὸ ταύτης τῆς τέχνης εἴργασμ᾽ ἐγώ,
οὐδεὶς ὑποκριτής ἐσθ᾽ ὅλως εἰργασμένος.
καπνιζομένη τυραννὶς αὕτη 'σθ᾽ τέχνη.
ἀβυρτακοποιὸς παρὰ Σέλευκον ἐγενόμην,
παρ᾽ Ἀγαθοκλεῖ <δὲ> πρῶτος εἰσήνεγκ᾽ ἐγὼ
τῷ Σικελιώτῃ <τὴν> τυραννικὴν φακῆν.
τὸ μέγιστον οὐκ εἴρηκα: Λαχάρους [τινός],
ὅτ᾽ ἦν λιμός, ἑστιῶντος τοὺς φίλους,
ἀνάληψιν ἐποίησ᾽ εἰσενέγκας κάππαριν.'
γυμνὴν ἐποίησεν Ἀθηνᾶν Λαχάρης, οὐδὲν ἐνοχλοῦσαν: <σὲ> δ᾽ ἐνοχλοῦντα νῦν ἐγώ, Αἰμιλιανὸς ἔφη, εἰ μὴ δείξεις τι φέρεις.' καὶ ὃς μόλις ἔφη: ‘ῥοδωνιὰν καλῶ μὲν τὴν λοπάδα ταύτην ἐγώ: ἐσκεύασται δ᾽ οὕτως, ἵνα καὶ ἥδυσμα στεφανωτικὸν μὴ μόνον ἐπὶ τῆς κεφαλῆς λαβὼν σχῇς, ἀλλὰ καὶ ἔνδον σεαυτοῦ καὶ πανδαισίᾳ τὸ σωμάτιον πᾶν ἑστιάσῃς. ῥόδα τὰ εὐοσμότατα ἐν ἴγδει τρίψας ἐπέβαλον ἐγκεφάλους ὀρνίθων τε καὶ χοίρων ἑφθοὺς σφόδρα ἐξινιασθέντας καὶ τῶν ᾠῶν τὰ χρυσᾶ, μεθ᾽ ἔλαιον, γάρον, πέπερι, οἶνον. καὶ ταῦτα διατρίψας ἐπιμελῶς ἐνέβαλον εἰς λοπάδα καινήν, ἁπαλὸν καὶ συνεχὲς διδοὺς τὸ πῦρ.' καὶ ἅμα λέγων ἀναπετάσας τὴν λοπάδα τοσαύτην εὐωδίαν παρέσχε τῷ συμποσίῳ, ὡς ἀληθῶς τινα τῶν παρόντων εἰπεῖν:

τοῦ καὶ κινυμένοιο Διὸς ποτὶ χαλκοβατὲς δῶ
ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετ᾽ αὐτμή.

τοσαύτη διεχύθη ἀπὸ τῶν ῥόδων εὐωδία.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
hide References (1 total)
  • Cross-references from this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: