previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

σὺ δὲ πιὼν μὴ φοβηθῇς ὡς εἰς τοὐπίσω μέλλων καταπεσεῖσθαι: τοῦτο γὰρ παθεῖν οὐ δύνανται οἱ τὸν κατὰ Σιμωνίδην πίνοντεςοἶνον ἀμύντορα δυσφροσυνᾶν᾽ fr. 86'.' ἀλλ᾽, ὥς φησιν Ἀριστοτέλης ἐν τῷ περὶ μέθης p. 118 R',' εἰς τὰ νῶτα καταπίπτουσιν οἱ τὸν κρίθινον πεπωκότες, ὃν πῖνον καλοῦσι, λέγων οὕτως: ‘πλὴν ἴδιόν τι συμβαίνει περὶ τὰς τῶν κριθῶν, τὸ καλούμενον πῖνον. ὑπὸ μὲν γὰρ τῶν λοιπῶν τε καὶ μεθυστικῶν οἱ μεθυσθέντες ἐπὶ πάντα τὰ μέρη πίπτουσι: καὶ γὰρ ἐπὶ τὰ ἀριστερὰ καὶ δεξιὰ καὶ πρηνεῖς καὶ ὕπτιοι. μόνοι δὲ οἱ τῷ πίνῳ μεθυσθέντες εἰς τοὐπίσω καὶ ὕπτιοι κλίνονται.' τὸν δὲ κρίθινον οἶνον καὶ βρῦτόν τινες καλοῦσιν, ὡς Σοφοκλῆς ἐν Τριπτολέμῳ fr. 549 N':'
βρῦτον δὲ τὸν χερσαῖον οὐ δυεῖν.
καὶ Ἀρχίλοχος fr. 32 B':'
ὥσπερ <παρ᾽> αὐλῷ βρῦτον Θρῆιξ ἀνὴρ
Φρὺξ ἔβρυζε, κύβδα δ᾽ ἦν πονευμένη.
μνημονεύει τοῦ πώματος Αἰσχύλος ἐν Λυκούργῳ fr. 120 N':'
κἀκ τῶνδ᾽ ἔπινε βρῦτον ἰσχναίνων χρόνῳ
κἀσεμνοκόμπει τοῦτ᾽ ἐν ἀνδρείᾳ στέγῃ.
Ἑλλάνικος δ᾽ ἐν Κτίσεσι καὶ ἐκ ῥιζῶν, φησι κατασκευάζεται τὸ βρῦτον γράφων ὧδε FHG I 59':' ‘πίνουσι δὲ βρῦτον ἔκ τινων ῥιζῶν, καθάπερ οἱ Θρᾷκες ἐκ τῶν κριθῶν.' Ἑκαταῖος δ᾽ ἐν δευτέρῳ περιηγήσεως εἰπὼν περὶ Αἰγυπτίων ὡς ἀρτοφάγοι εἰσὶν ἐπιφέρει FHG I 20':' ‘τὰς κριθὰς ἐς τὸ πῶμα καταλέουσιν.' ἐν δὲ τῇ τῆς Εὐρώπης περιόδῳ Παίονάς φησι om. FHG' ' πίνειν βρῦτον ἀπὸ τῶν κριθῶν καὶ παραβίην ἀπὸ κέγχρου καὶ κόνυζαν. ‘ἀλείφονται δέ, φησίν, ἐλαίῳ ἀπὸ γάλακτος.' καὶ ταῦτα μὲν ταύτῃ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: