crinagoras
εἰς εἰκόνα Πραξαγόρου ἰατροῦαὐτός σοι Φοίβοιο πάις λαθικηδέα τέχνης
ἰδμοσύνην, πανάκῃ χεῖρα λιπηνάμενος,
Πρηξαγόρη, στέρνοις ἐνεμάξατο. τοιγὰρ ἀνῖαι
ὄρνυνται δολιχῶν ὁππόσαι ἐκ πυρετῶν,
καὶ ὁπόσα τμηθέντος ἐπὶ χροὸς ἄρκια θεῖναι
φάρμακα, πρηείης οἶσθα παρ᾽ Ἠπιόνης.
θνητοῖσιν δ᾽ εἰ τοῖοι ἐπήρκεον ἰητῆρες,
οὐκ ἂν ἐπορθμεύθη νεκροβαρὴς ἄκατος.