antipater
εἰς στήλην Πυλάδου ὀρχηστοῦαὐτὸν βακχευτὴν ἐνέδυ θεόν, ἡνίκα βάκχας
ἐκ Θηβῶν Ἰταλὴν ἤγαγε πρὸς θυμέλην,
ἀνθρώποις Πυλάδης τερπνὸν δέος, οἷα χορεύων
δαίμονος ἀκρήτου πᾶσαν ἔπλησε πόλιν. [p. 334]
Θῆβαι γιγνώσκουσι τὸν ἐκ πυρός: οὐράνιος δὲ
οὗτος, ὁ παμφώνοις χερσὶ λοχευόμενος.