dosiadas
Εἱμάρσενός με στήτας
πόσις, μέροψ δίσαβος,
τεῦξ᾽, οὐ σποδεύνας, ἶνις ἐμπούσας, μόρος
Τεύκροιο βούτα καὶ κυνὸς τεκνώματος,
Χρύσας δ᾽ ἀίτας, ἆμος ἑψάνδρα
τὸν γυιόχαλκον οὖρον ἔρραισεν,
ὃν ὡπάτωρ δίσευνος
μόρησε ματρόρριπτος.
ἐμὸν δὲ τεῦγμ᾽ ἀθρήσας
Θεοκρίτοιο κτάντας,
τριεσπέροιο καύτας,
θώυξεν † ἀνιύξας
χάλεψε γάρ νιν ἰῷ
σύργαστρος ἐκδὺς γῆρας.
τὸν δ᾽ † ἀεὶ λινεῦντ᾽ ἐν ἀμφικλύστῳ
Πανός τε ματρὸς εὐνέτας, φὼρ
δίζῳος, ἶνίς τ᾽ ἀνδροβρῶτος ἰλιοραιστᾶν
ἦρ᾽ ἀρδίων ἐς Τευκρίδ᾽ ἄγαγον τρίπορθον. [p. 134]