This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[17]
οὐκοῦν τῶν μὲν ἐχθρῶν ὁμοίως ἡμῖν τε κἀκείνῳ οὐδέποτ᾽ εἰς τοὺς ἡμετέρους ἥξει συμμάχους οὐδείς, οὔτ᾽ ἀποκτείνας ἐκεῖνον οὔτε μή, ὥστ᾽ οὐ κατὰ τούτων γέγραφεν ταύτην τὴν τιμωρίαν. τῶν δ᾽ ἡμετέρων μὲν φίλων, ἐκείνου δέ, ὅταν ἐγχειρῇ τι πράττειν ἐναντίον ὑμῖν, ἐχθρῶν, τούτων δή τίς ἐστιν ὁ τοῦτο τὸ ψήφισμα φοβηθεὶς ἂν καὶ φυλαξάμενος μὴ δι᾽ ἀνάγκην ἡμῖν εἰς ἔχθραν ἐλθεῖν. ἔστι τοίνυν οὗτος Ἀθηνόδωρος, Σίμων, Βιάνωρ, οἱ Θρᾴκης βασιλεῖς, ἄλλος ὅστις ἂν εἰς εὐεργεσίας μέρος καταθέσθαι βούλοιτο τὸ πράττειν ὑπεναντί᾽ ἐκεῖνον ἐγχειροῦνθ᾽ ὑμῖν ἐπισχεῖν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.