Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[195]
ἐπειδὴ δὲ καὶ φενακίζων καὶ οὐδ᾽ ὁτιοῦν ὑγιὲς πράττων ἐξελέγχεται, δυοῖν ἀγαθοῖν θάτερον ὑμῖν, ἂν καταψηφίσησθε, συμβήσεται: ἢ γὰρ ἐξαπατῶν παύσεται νομίσας οὐκέτι λανθάνειν, ἢ εἴπερ αὐτῷ βουλομένῳ πρὸς ὑμᾶς ἔστιν οἰκείως ἔχειν ὡς ἀληθῶς, ἀγαθόν τι ποιεῖν πειράσεται, γνοὺς ὅτι τῷ φενακίζειν οὐκέθ᾽ ἃ βούλεται πράξει. ὥστε καὶ εἰ μηδὲ δι᾽ ἓν τῶν ἄλλων, διὰ τοῦτο καταψηφίσασθαι συμφέρει.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.