Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[172]
ἀκούσαντες δ᾽ ὑμεῖς ταῦτα, ἐν τῷ δήμῳ λόγων ῥηθέντων πολλῶν καὶ τῶν συνθηκῶν ἀναγνωσθεισῶν, οὔτε τὴν Χαβρίου δόξαν αἰσχυνθέντες οὔτε τῶν συναγορευόντων οὐδένα, ἀπεχειροτονήσατε καὶ ταύτας πάλιν τὰς συνθήκας, καὶ ψηφίζεσθε ψήφισμα Γλαύκωνος εἰπόντος ἑλέσθαι πρέσβεις δέκ᾽ ἄνδρας ἐξ ὑμῶν αὐτῶν, τούτους δέ, ἂν μὲν ἐμμένῃ ταῖς πρὸς Ἀθηνόδωρον συνθήκαις, ὁρκίσαι πάλιν αὐτόν, εἰ δὲ μή, παρὰ μὲν τοῖν δυοῖν βασιλέοιν ἀπολαβεῖν τοὺς ὅρκους, πρὸς δ᾽ ἐκεῖνον ὅπως πολεμήσετε βουλεύεσθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.