Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Στρεψιάδης
βοάσομαί τἄρα τὰν ὑπέρτονον
1155βοάν. ἰὼ κλάετ᾽ ὦ 'βολοστάται
αὐτοί τε καὶ τἀρχαῖα καὶ τόκοι τόκων:
οὐδὲν γὰρ ἄν με φλαῦρον ἐργάσαισθ᾽ ἔτι,
οἷος ἐμοὶ τρέφεται
τοῖσδ᾽ ἐνὶ δώμασι παῖς,
1160ἀμφήκει γλώττῃ λάμπων,
πρόβολος ἐμός, σωτὴρ δόμοις, ἐχθροῖς βλάβη,
λυσανίας πατρῴων μεγάλων κακῶν:
ὃν κάλεσον τρέχων ἔνδοθεν ὡς ἐμέ. Σωκράτης
1165ὦ τέκνον ὦ παῖ ἔξελθ᾽ οἴκων,
ἄιε σοῦ πατρός.
ὅδ᾽ ἐκεῖνος ἀνήρ. Στρεψιάδης
ὦ φίλος ὦ φίλος. Σωκράτης
ἄπιθι συλλαβών.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.