Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
μᾶλλον ἢ θεοῖσιν ἐχθρὸν ταξίαρχον προσβλέπων
τρεῖς λόφους ἔχοντα καὶ φοινικίδ᾽ ὀξεῖαν πάνυ,
ἣν ἐκεῖνός φησιν εἶναι βάμμα Σαρδιανικόν:
1175ἢν δέ που δέῃ μάχεσθ᾽ ἔχοντα τὴν φοινικίδα,
τηνικαῦτ᾽ αὐτὸς βέβαπται βάμμα Κυζικηνικόν:
κᾆτα φεύγει πρῶτος ὥσπερ ξουθὸς ἱππαλεκτρυὼν
τοὺς λόφους σείων: ἐγὼ δ᾽ ἕστηκα †λινοπτώμενος.†
ἡνίκ᾽ ἂν δ᾽ οἴκοι γένωνται, δρῶσιν οὐκ ἀνασχετά,
1180τοὺς μὲν ἐγγράφοντες ἡμῶν τοὺς δ᾽ ἄνω τε καὶ κάτω
ἐξαλείφοντες δὶς ἢ τρίς. αὔριον δ᾽ ἔσθ᾽ ἡ 'ξοδος:
τῷ δὲ σιτί᾽ οὐκ ἐώνητ᾽: οὐ γὰρ ᾔδειν ἐξιών:
εἶτα προστὰς πρὸς τὸν ἀνδριάντα τὸν Πανδίονος
εἶδεν αὑτόν, κἀπορῶν θεῖ τῷ κακῷ βλέπων ὀπόν.
1185ταῦτα δ᾽ ἡμᾶς τοὺς ἀγροίκους δρῶσι, τοὺς δ᾽ ἐξ ἄστεως
ἧττον, οἱ θεοῖσιν οὗτοι κἀνδράσιν ῥιψάσπιδες.
ὧν ἔτ᾽ εὐθύνας ἐμοὶ δώσουσιν, ἢν θεὸς θέλῃ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.