previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Τρυγαῖος

520 πότνια βοτρυόδωρε τί προσείπω σ᾽ ἔπος;
πόθεν ἂν λάβοιμι ῥῆμα μυριάμφορον
ὅτῳ προσείπω σ᾽; οὐ γὰρ εἶχον οἴκοθεν.
χαῖρ᾽ Ὀπώρα, καὶ σὺ δ᾽ Θεωρία.
οἷον δ᾽ ἔχεις τὸ πρόσωπον Θεωρία,
525οἷον δὲ πνεῖς, ὡς ἡδὺ κατὰ τῆς καρδίας,
γλυκύτατον ὥσπερ ἀστρατείας καὶ μύρου.

Ἑρμῆς

μῶν οὖν ὅμοιον καὶ γυλιοῦ στρατιωτικοῦ;

Τρυγαῖος

ἀπέπτυσ᾽ ἐχθροῦ φωτὸς ἔχθιστον πλέκος.
τοῦ μὲν γὰρ ὄζει κρομμυοξυρεγμίας,
530ταύτης δ᾽ ὀπώρας, ὑποδοχῆς, Διονυσίων,
αὐλῶν, τραγῳδῶν, Σοφοκλέους μελῶν, κιχλῶν,
ἐπυλλίων Εὐριπίδου

Ἑρμῆς
κλαύσἄρα σὺ
ταύτης καταψευδόμενος: οὐ γὰρ ἥδεται
αὕτη ποιητῇ ῥηματίων δικανικῶν.

Τρυγαῖος

535κιττοῦ, τρυγοίπου, προβατίων βληχωμένων,
κόλπουγυναικῶν διατρεχουσῶν εἰς ἀγρόν,
δούλης μεθυούσης, ἀνατετραμμένου χοῶς,
ἄλλων τε πολλῶν κἀγαθῶν

Ἑρμῆς
ἴθι νυν ἄθρει
οἷον πρὸς ἀλλήλας λαλοῦσιν αἱ πόλεις
540διαλλαγεῖσαι καὶ γελῶσιν ἄσμεναι,
καὶ ταῦτα δαιμονίως ὑπωπιασμέναι
ἁπαξάπασαι καὶ κυάθους προσκείμεναι.

Τρυγαῖος

καὶ τῶνδε τοίνυν τῶν θεωμένων σκόπει
τὰ πρόσωφ᾽, ἵνα γνῷς τὰς τέχνας.

Ἑρμῆς
αἰβοῖ τάλας,

Τρυγαῖος

545ἐκεινονὶ γοῦν τὸν λοφοποιὸν οὐχ ὁρᾷς
τίλλονθ᾽ ἑαυτόν;

Ἑρμῆς
δέ γε τὰς σμινύας ποιῶν
κατέπαρδεν ἄρτι τοῦ ξιφουργοῦ 'κεινουί.

Τρυγαῖος

δὲ δρεπανουργὸς οὐχ ὁρᾷς ὡς ἥδεται,
καὶ τὸν δορυξὸν οἷον ἐσκιμάλισεν;

Ἑρμῆς

550ἴθι νυν ἄνειπε τοὺς γεωργοὺς ἀπιέναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: