Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
εὐδαιμονικῶς γ᾽ ὁ πρεσβύτης,
ὅσα γ᾽ ὧδ᾽ ἰδεῖν,
τὰ νῦν τάδε πράττει. Τρυγαῖος
τί δῆτ᾽ ἐπειδὰν νυμφίον μ᾽ ὁρᾶτε λαμπρὸν ὄντα; Χορός
860ζηλωτὸς ἔσει, γέρον,
αὖθις νέος ὢν πάλιν,
μύρῳ κατάλειπτος. Τρυγαῖος
οἶμαι. τί δῆθ᾽ ὅταν ξυνὼν τῶν τιτθίων ἔχωμαι; Χορός
εὐδαιμονέστερος φανεῖ τῶν Καρκίνου στροβίλων. Τρυγαῖος
865οὔκουν δικαίως; ὅστις εἰς
ὄχημα κανθάρου 'πιβὰς
ἔσωσα τοὺς Ἕλληνας, ὥστ᾽
ἐν τοῖς ἀγροῖσιν αὐτοὺς
ἅπαντας ὄντας ἀσφαλῶς
βινεῖν τε καὶ καθεύδειν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.