Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
ὡς πάνθ᾽ ὅσ᾽ ἂν θεὸς θέλῃ χἠ τύχη κατορθοῖ,
940χωρεῖ κατὰ νοῦν, ἕτερον δ᾽ ἑτέρῳ
τούτων κατὰ καιρὸν ἀπαντᾷ. Τρυγαῖος
ὡς ταῦτα δῆλά γ᾽ ἔσθ᾽: ὁ γὰρ βωμὸς θύρασι καὶ δή. Χορός
ἐπείγετέ νυν ἐν ὅσῳ
σοβαρὰ θεόθεν κατέχει
945πολέμου μετάτροπος αὔρα.
νῦν γὰρ δαίμων φανερῶς
εἰς ἀγαθὰ μεταβιβάζει. Τρυγαῖος
τὸ κανοῦν πάρεστ᾽ ὀλὰς ἔχον καὶ στέμμα καὶ μάχαιραν,
καὶ πῦρ γε τουτί, κοὐδὲν ἴσχει πλὴν τὸ πρόβατον ὑμᾶς. Χορός
950οὔκουν ἁμιλλήσεσθον; ὡς
ἢν Χαῖρις ὑμᾶς ἴδῃ,
πρόσεισιν αὐλήσων ἄκλητος,
κᾆτα τοῦτ᾽ εὖ οἶδ᾽ ὅτι
φυσῶντι καὶ πονουμένῳ
955προσδώσετε δήπου.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.