This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[44]
ἐπειδὴ δὲ1 οὑτοσὶ ὁ βασιλεὺς εἰσῆλθεν, ἐξὸν ἀυτοῖς ἀπὸ τῆς πρώτης ἡμέρας2 ἀρξαμένοις τοῦ Ἑκατομβαιῶνος μηνὸς τριάκονθ᾽ ἡμέρας συνεχῶς τούτων ᾗτινι ἐβούλοντο ἀπογράφεσθαι, ἀπεγράφοντο οὐδεμιᾷ: καὶ αὖθις τοῦ Μεταγειτνιῶνος μηνὸς ἀπὸ τῆς πρώτης ἡμέρας ἀρξαμένοις ἐξὸν αὐτοῖς ἀπογράφεσθαι <ᾗ>τινι3 ἐβούλοντο, οὐδ᾽ αὖ πω4 ἐνταῦθα ἀπεγράψαντο, ἀλλὰ παρεῖσαν5 καὶ τούτου τοῦ μηνὸς εἴκοσιν ἡμέρας:6 ὥστε αἱ σύμπασαι ἡμέραι ἐγένοντο αὐτοῖς πλεῖν ἢ πεντήκοντα ἐπὶ τούτου τοῦ βασιλέως, ἐν αἷς ἐξὸν αὐτοῖς ἀπογράψασθαι οὐκ ἀπεγράψαντο.