previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Κρωβύλη
Κόριννα, ὡς μὲν οὐ πάνυ δεινὸν ἦν, ἐνόμιζες, τὸ γυναῖκα γενέσθαι ἐκ παρθένου, μεμάθηκας ἤδη, μετὰ μειρακίου μὲν ὡραίου γενομένη, μυᾶν δὲ τὸ πρῶτον μίσθωμα κομισαμένη, ἐξ ἧς ὅρμον αὐτίκα ὠνήσομαί σοι.

Κόρινανα
ναί, Μαννάριον. ἐχέτω δὲ καὶ ψήφους τινὰς πυραυγεῖς οἷος Φιλαινίδος ἐστίν.

Κρωβύλη
ἔσται τοιοῦτος. ἄκουε δὲ καὶ τἆλλα παρ᾽ ἐμοῦ σε χρὴ ποιεῖν καὶ ὅπως προσφέρεσθαι τοῖς ἀνδράσιν: ἄλλη μὲν γὰρ ἡμῖν ἀποστροφὴ τοῦ βίου οὐκ [p. 293] ἔστιν, θύγατερ, ἀλλὰ δύο ἔτη ταῦτα ἐξ οὗ τέθνηκεν μακαρίτης σου πατήρ, οὐκ οἶσθα ὅπως ἀπεζήσαμεν; ὅτε δὲ ἐκεῖνος ἔζη, πάντα ἦν ἡμῖν ἱκανά: ἐχάλκευε γὰρ καὶ μέγα ἦν ὄνομα αὐτοῦ ἐν Πειραιεῖ, καὶ πάντων ἐστὶν ἀκοῦσαι διομνυμένων μὴν μετὰ Φιλῖνον μηκέτι ἔσεσθαι [p. 246] ἄλλον χαλκέα. μετὰ δὲ τὴν τελευτὴν τὸ μὲν πρῶτον ἀποδομένη τὰς πυράγρας καὶ τὸν ἄκμονα καὶ σφῦραν δύο μνῶν, ἀπὸ τούτων διετράφημεν: εἶτα νῦν μὲν ὑφαίνουσα, νῦν δὲ κρόκην κατάγουσα στήμονα κλώθουσα ἐποριζόμην τὰ σιτία μόλις: ἔβοσκον δὲ σέ, θύγατερ, τὴν ἐλπίδα περιμένουσα.

Κόρινανα

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: