previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καιροὺς αὐτῶν πάθη, πολυχρονιότητάς τε καὶ ὀλιγοχρονιότητας, ἔτι δὲ καὶ ὅσα τῶν ἔξωθεν κυρίαν τε καὶ φυσικὴν ἔχει πρὸς τὰ πρῶτα συμπλοκήν, ὡς πρὸς τὸ σῶμα μὲν κτῆσις καὶ συμβίωσις, πρὸς δὲ τὴν ψυχὴν τε τιμὴ καὶ τὸ ἀξίωμα, καὶ τὰς τούτων κατὰ καιροὺς τύχας, σχεδὸν ὡς ἐν κεφαλαίοις γέγονεν ἡμῖν δῆλον. λοιπὸν δ̓ ἂν εἴη τῶν προκειμένων τὴν κατὰ τὸ χρήσιμον ἐπίσκεψιν διὰ βραχέων ποιήσασθαι, πρότερον διαλαβοῦσι τίνα τρόπον, καὶ πρὸς τί τέλος ἀφορῶντες τὴν αὐτοῦ τοῦ χρησίμου δύναμιν ἐκδεξόμεθα. εἰ μὲν γὰρ πρὸς τὰ τῆς ψυχῆς ἀγαθά, τί ἂν εἴη συμφορώτερον πρὸς εὐπραγίαν καὶ χαρὰν καὶ ὅλως εὐαρέστησιν τῆς τοιαύτης προγνώσεως, καθ̓ ἣν τῶν τε ἀνθρωπίνων καὶ τῶν θείων γινόμεθα συνορατικοί; εἰ δὲ πρὸς τὰ τοῦ σώματος, πάντων ἂν μᾶλλον τοιαύτη κατάληψις ἐπιγινώσκοι τὸ οἰκεῖόν τε καὶ πρόσφορον τῇ καθ̓ ἑκάστην σύγκρασιν ἐπιτηδειότητι: εἰ δὲ μὴ πρὸς πλοῦτον δόξαν [p. 22] τὰ τοιαῦτα συνεργεῖ, προχωρήσει καὶ περὶ πάσης φιλοσοφίας τὸ αὐτὸ τοῦτο φάσκειν: οὐδενὸς γὰρ τῶν τοιούτων ἐστίν, ὅσον ἐφ̓ ἑαυτῇ, περιποιητική. ἀλλ̓ οὔτ̓ ἐκείνης διὰ τοῦτ̓ ἂν οὔτε ταύτης καταγινώσκοιμεν δικαίως, ἀφέμενοι τοῦ πρὸς τὰ μείζω συμφέροντος. Ὅλως δ̓ ἂν ἐξετάζουσι φανεῖεν ἂν οἱ τὸ ἄχρηστον

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: