previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐπιβολῆς τὸν τρόπον τοῦτον: ἐπὶ μὲν γὰρ τῆς τάξεως τῆς καθ̓ ἕκαστον δωδεκατημόριον παραλαμβάνεται τά τε ὑψώματα καὶ τὰ τρίγωνα καὶ οἱ οἶκοι. καθ̓ ὅλου μὲν γὰρ μὲν β τούτων ἔχων ἀστὴρ οἰκοδεσποτίας ἐν τῷ αὐτῷ ζῳδίῳ προτάττεται, κἂν κακοποιὸς : ὅπου δὲ τοῦτο οὐ συμβαίνει οἱ μὲν κακοποιοὶ πάντοτε ἔσχατοι τάττονται, πρῶτοι δὲ οἱ τοῦ ὑψώματος κύριοι, εἶτα οἱ τοῦ τριγώνου, εἶτα οἱ τοῦ οἴκου ἀκολούθως [p. 104] τῇ ἐφεξῆς τάξει τῶν ζῳδίων, πάλιν δὲ ἐφεξῆς οἱ ἀνὰ δύο ἔχοντες οἰκοδεσποτίας προταττόμενοι τοῦ μίαν ἔχοντος ἐν τῷ αὐτῷ ζῳδίῳ. μέντοι Καρκίνος καὶ Λέων οἶκοι ὄντες ἡλίου καὶ σελήνης, ἐπεὶ οὐ δίδοται τοῖς φωσὶ ὅρια, ἀπονέμονται τοῖς κακοποιοῖς διὰ τὸ ἐν τῇ τάξει πλεονεκτεῖσθαι, μὲν Καρκίνος τῷ τοῦ Ἄρεως, δὲ Λέων τῷ τοῦ Κρόνου, ἐν οἷς καὶ τάξις αὐτοῖς οἱκεία φυλάττεται. ἐπὶ δὲ τῆς ποσότητος τῶν ὁρίων, ὡς μὲν μηδενὸς εὑρισκομένου κατὰ δύο τρόπους κυρίου ἤτοι ἐν αὐτῷ τῷ ζῳδίῳ καὶ ἐν τοῖς ἐφεξῆς μέχρι τεταρτημορίου, τοῖς μὲν ἀγαθοποιοῖς, τουτέστι τῷ τε τοῦ Διὸς καὶ τῷ τῆς Ἀφροδίτης ἑκάστῳ, δίδονται μοῖραι ζ, τοῖς δὲ κακοποιοῖς, τουτέστι τῷ τοῦ Κρόνου καὶ τῷ τοῦ Ἄρεως ἑκάστῳ μοῖραι ε, τῷ δὲ τοῦ Ἑρμοῦ ἐπικοίνῳ ὄντι μοῖραι ς, εἰς συμπλήρωσιν τῶν λ. ἐπεὶ δὲ ἔχουσί τινες ἀεὶ δύο λόγους, γὰρ τῆς Ἀφροδίτης μόνος γίνεται οἰκοδεσπότης

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: