previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐκλείψεως: τούτων γὰρ ἐξετασθέντων ὅσας ἂν ἰσημερινὰς ὥρας εὕρωμεν, ἐφ̓ ἡλιακῆς μὲν ἐκλείψεως ἐπὶ τοσούτους ἐνιαυτοὺς παραμένειν ὑπονοήσομεν τὸ ἀποτελούμενον, ἐπὶ δὲ σεληνιακῆς ἐπὶ τοσούτους μῆνας, τῶν μέντοι καταρχῶν καὶ τῶν ὁλοσχερεστέρων ἐπιτάσεων θεωρουμένων ἐκ τῆς τοῦ ἐκλειπτικοῦ τόπου πρὸς τὰ κέντρα σχέσεως. πρὸς μὲν γὰρ τῷ ἀπηλιωτικῷ ὁρίζοντι τόπος ἐκπεσὼν τήν τε καταρχὴν τοῦ συμπτώματος κατὰ τὴν πρώτην τετράμηνον ἀπὸ τοῦ χρόνου τῆς ἐκλείψεως σημαίνει καὶ τὰς ὁλοσχερεῖς ἐπιτάσεις περὶ τὸ πρῶτον τριτημόριον τοῦ καθ̓ ὅλην τὴν παράτασιν χρόνου: πρὸς δὲ τῷ μεσουρανήματι, κατά τε τὴν δευτέραν τετράμηνον καὶ τὸ μέσον τριτημόριον: πρὸς δὲ τῷ λιβυκῷ ὁρίζοντι, κατὰ τὴν τρίτην τετράμηνον καὶ τὸ ἔσχατον τριτημόριον. τῶν δὲ κατὰ μέρος ἀνέσεων καὶ ἐπιτάσεων ἀπό τε τῶν ἀνὰ μέσον συζυγιῶν, ὅταν κατὰ τῶν τὸ αἴτιον ἐμποιούντων τόπων τῶν συσχηματιζομένων τόπων αὐτοῖς συμπίπτωσι, καὶ [p. 168] ἀπὸ τῶν ἄλλων παρόδων, ὅταν οἱ ποιητικοὶ τοῦ προτελέσματος ἀστέρες ἀνατολὰς δύσεις στηριγμοὺς ἀκρονύκτους φάσεις ποιῶνται, συσχηματιζόμενοι τοῖς τὸ αἴτιον ἔχουσι δωδεκατημορίοις:

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: