previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τεράτων καὶ περὶ ἀτρόφων: τῶν δὲ μετὰ τὴν γένεσιν τε περὶ χρόνων ζωῆς, ἐπειδήπερ οὐ συνῆπται τῷ περὶ ἀτρόφων, ἔπειτα περὶ μορφῆς σώματος καὶ περὶ παθῶν σινῶν σωματικῶν: ἑξῆς δὲ περὶ ψυχῆς ποιότητος καὶ περὶ παθῶν [p. 236] ψυχικῶν: ἔπειθ̓ περὶ τύχης κτητικῆς καὶ περὶ τύχης ἀξιωματικῆς, μετὰ δὲ ταῦτα περὶ πράξεως ποιότητος: εἶτα περὶ συμβιώσεως γαμικῆς καὶ περὶ τεκνοποιίας καὶ περὶ συνεπιπλοκῶν καὶ συναρμογῶν καὶ φίλων: ἑξῆς δ̓ περὶ ξενιτείας καὶ τελευταῖος περὶ τῆς τοῦ θανάτου ποιότητος, τῇ μὲν δυνάμει συνοικειούμενος τῷ περὶ χρόνων ζωῆς, τῇ τάξει δ̓ εἰκότως ἐπὶ πᾶσι τούτοις τιθέμενος: ὑπὲρ ὧν ἑκάστου κατὰ τὸ κεφαλαιῶδες ποιησόμεθα τὴν ὑφήγησιν, αὐτὰς τὰς τῆς ἐπισκέψεως πραγματείας μετὰ ψιλῶν τῶν ποιητικῶν δυνάμεων, ὡς ἔφαμεν, ἐκτιθέμενοι, καὶ τὰ μὲν περιέργως ὑπὸ τῶν πολλῶν φλυαρούμενα καὶ μὴ πιθανὸν ἔχοντα λόγον πρὸς τὰς ἀπὸ τῆς πρώτης φύσεως αἰτίας ἀποπεμπόμενοι: τὰ δὲ ἐνδεχομένην ἔχοντα τὴν κατάληψιν, οὐ διὰ κλήρων καὶ ἀριθμῶν ἀναιτιολογήτων, ἀλλὰ δἰ αὐτῆς τῆς τῶν σχηματισμῶν πρὸς τοὺς οἰκείους τόπους θεωρίας ἐπισκεπτόμενοι: καθ̓ ὅλου μέντοι καὶ ἐπὶ πάντων ἁπλῶς, ἵνα μὴ καθ̓ ἕκαστον εἶδος ταυτολογῶμεν.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: