previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δύο τρόπους παραληπτέον, τόν τε εἰς τὰ ἑπόμενα τῶν ζῳδίων μόνον ὑπὸ τὴν καλουμένην ἀκτινοβολίαν, [p. 280] ὅταν ἐν τοῖς ἀπηλιωτικοῖς τόποις, τουτέστι τοῖς ἀπὸ τοῦ μεσουρανήματος ἐπὶ τὸν ὡροσκόπον, ἀφέτης: καὶ τὸν οὐ μόνον εἰς τὰ ἑπόμενα ἀλλὰ καὶ τὸν εἰς τὰ προηγούμενα κατὰ τὴν λεγομένην ὡριμαίαν, ὅταν ἐν τοῖς ἀποκεκλικόσι τοῦ μεσουρανήματος τόποις ἀφέτης. Τούτων δὲ οὕτως ἐχόντων ἀναιρετικαὶ γίνονται μοῖραι κατὰ μὲν τὴν εἰς τὰ προηγούμενα τῶν ζῳδίων ἄφεσιν τοῦ δυτικοῦ ὁρίζοντος μόνη διὰ τὸ ἀφανίζειν τὸν κύριον τῆς ζωῆς: αἱ δὲ τῶν οὕτως ὑπαντώντων μαρτυρούντων ἀστέρων ἀφαιροῦσι μόνον καὶ προστιθέασιν ἔτη τοῖς μέχρι τῆς καταδύσεως τοῦ ἀφέτου συναγομένοις καὶ οὐκ ἀναιροῦσι διὰ τὸ μὴ αὐτοὺς ἐπιφέρεσθαι τῷ ἀφετικῷ τόπῳ ἀλλ̓ ἐκεῖνον τοῖς αὐτῶν: καὶ προστιθέασι μὲν οἱ ἀγαθοποιοί, ἀφαιροῦσι δὲ οἱ κακοποιοί, τοῦ Ἑρμοῦ πάλιν ὁποτέροις ἂν αὐτῶν συσχηματισθῇ προστιθεμένου. δὲ ἀριθμὸς τῆς προσθέσεως ἀφαιρέσεως θεωρεῖται διὰ τῆς καθ̓ ἕκαστον μοιροθεσίας: ὅσοι γὰρ ἂν ὦσιν ὡριαῖοι χρόνοι τῆς ἑκάστου μοίρας, ἡμέρας μὲν οὔσης οἱ [p. 282] τῆς ἡμέρας, νυκτὸς δὲ οἱ τῆς νυκτός, τοσοῦτον πλῆθος ἐτῶν ἔσται τὸ τέλειον, ὅπερ ἐπὶ τῆς ἀνατολῆς αὐτῶν ὄντων λογιστέον, εἶτα κατὰ τὸ

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: