previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἀνάλογον τῆς ἀποχωρήσεως ὑφαιρετέον, ἕως ἂν πρὸς τὰς δυσμὰς εἰς τὸ μηδὲν καταντήσῃ. Κατὰ δὲ τὴν εἰς τὰ ἑπόμενα τῶν ζῳδίων ἄφεσιν ἀναιροῦσιν οἵ τε τῶν κακοποιῶν τόποι, Κρόνου καὶ Ἄρεως. ἤτοι σωματικῶς ὑπαντώντων ἀκτῖνα ἐπιφερόντων ὁθενδήποτε τετράγωνον διάμετρον, ἐνίοτε δὲ καὶ ἐπὶ τῶν ἀκουόντων βλεπόντων κατ̓ ἰσοδυναμίαν ἑξαγώνων, καὶ αὐτὸς δὲ τῷ ἀφετικῷ τόπῳ τετράγωνος ἀπὸ τῶν ἑπομένων: ἐνίοτε δὲ καὶ ἐπὶ τῶν πολυχρονιούντων δωδεκατημορίων κακωθεὶς ἑξάγωνος, ἐπὶ δὲ τῶν ὀλιγοχρονίων τρίγωνος: σελήνης δὲ ἀφιείσης καὶ τοῦ ἡλίου τόπος. ἰσχύουσι γὰρ αἱ κατὰ τὴν τοιαύτην ἄφεσιν ἀπαντήσεις καὶ ἀναιρεῖν καὶ σῴζειν, ἐπειδὴ αὗται τῷ τοῦ ἀφέτου τόπῳ ἐπιφέρονται. οὐ πάντοτε μέντοι τούτους τοὺς τόπους [p. 284] πάντως ἀναιρεῖν ἡγητέον, ἀλλὰ μόνον ὅταν ὦσι κεκακωμένοι. παραποδίζονται γὰρ ἐάν τε εἰς ἀγαθοποιοῦ ὅριον ἐμπέσωσιν, ἐάν τέ τις τῶν ἀγαθοποιῶν ἀκτῖνα συνεπιφέρῃ τετράγωνον τρίγωνον διάμετρον ἤτοι πρὸς αὐτὴν τὴν ἀναιρετικὴν μοῖραν εἰς τὰ ἑπόμενα αὐτῆς, ἐπὶ μὲν Διὸς μὴ ὑπὲρ τὰς ιβ μοίρας, ἐπὶ δὲ Ἀφροδίτης μὴ ὑπὲρ τὰς η: ἐάν τε σωμάτων ὄντων ἀμφοτέρων τοῦ τε ἀφιέντος καὶ τοῦ ὑπαντῶντος, μὴ ταὐτὸ πλάτος ἀμφοτέρων.

hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: