previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καὶ ὑποψίλους καὶ ξανθότριχας καὶ τετανούς, τῇ δὲ κράσει τὸ πλέον ἔχοντας ἐν τῷ ξηρῷ. δὲ τῆς Ἀφροδίτης τὰ παραπλήσια ποιεῖ τῷ τοῦ Διός, ἐπὶ μέντοι τὸ εὐμορφότερον καὶ ἐπιχαριτώτερον καὶ γυναικοπρεπωδέστερον καὶ θηλυμορφότερον καὶ εὐχυμότερον καὶ τρυφερώτερον. ἰδίως δὲ τοὺς ὀφθαλμοὺς ποιεῖ μετὰ τοῦ εὐπρεποῦς ὑποχαροπούς. δὲ τοῦ Ἑρμοῦ ἀνατολικὸς τῇ μὲν μορφῇ ποιεῖ μελίχροας καὶ συμμέτρους τοῖς μεγέθεσι καὶ εὐρύθμους καὶ μικροφθάλμους καὶ μεσότριχας, τῇ δὲ κράσει τὸ πλέον ἔχοντας ἐν τῷ θερμῷ: δυτικὸς δὲ ὑπάρχων τῇ μὲν μορφῇ λευκοὺς μέν, οὐκ ἐπὶ τὸ εὔχρουν δὲ ὁμοίως, τετανότριχας, μελανοχλώρους καὶ σπινοὺς καὶ ἰσχνοὺς καὶ λοξοφθάλμους τε καὶ αἰγοποὺς καὶ ὑπερύθρους, τῇ δὲ κράσει τὸ πλέον ἔχοντας ἐν τῷ ξηρῷ. [p. 312] Συνεργοῦσι δ̓ ἑκάστῳ τούτων σχηματισθέντες, μὲν ἥλιος ἐπὶ τὸ μεγαλοπρεπέστερον καὶ εὐεκτικώτερον, δὲ σελήνη, καὶ μάλισθ̓ ὅταν τὴν ἀπόρροιαν αὐτῆς ἐπέχωσι, καθ̓ ὅλου μὲν ἐπὶ τὸ συμμετρώτερον καὶ ἰσχνότερον καὶ τῇ κράσει ὑγρότερον, κατὰ μέρος δ̓ ἀναλόγως τῇ τῶν φωτισμῶν ἰδιότητι κατὰ τὴν ἐν ἀρχῇ τῆς συντάξεως ἐκτεθειμένην κρᾶσιν. Πάλιν δὲ καθ̓ ὅλου ἑῷοι μὲν ὄντες καὶ φάσεις ποιησάμενοι μεγαλοποιοῦσι τὰ σώματα, στηρίζοντες δὲ τὸ πρῶτον ἰσχυρὰ καὶ εὔτονα, προηγούμενοι

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: