previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δὲ ἀσύμμετρα, τὸ δὲ δεύτερον στηρίζοντες ἀσθενέστερα, δύνοντες δὲ ἄδοξα μὲν παντελῶς, οἰστικὰ δὲ κακουχιῶν καὶ συνοχῶν. Καὶ τῶν τόπων δὲ αὐτῶν πρὸς τοὺς σχηματισμοὺς μάλιστα τῶν διατυπώσεων καὶ τὰς κράσεις, ὡς ἔφαμεν, συνεργούντων, καθ̓ ὅλου δὲ πάλιν τὸ μὲν ἀπὸ ἐαρινῆς ἰσημερίας ἐπὶ θερινὴν τροπὴν τεταρτημόριον ποιεῖ εὔχροας εὐμεγέθεις εὐέκτας εὐοφθάλμους, τὸ πλέον ἔχοντας ἐν τῷ ὑγρῷ [p. 314] καὶ θερμῷ: τὸ δ̓ ἀπὸ θερινῆς τροπῆς μέχρι μετοπωρινῆς ἰσημερίας μεσόχροας συμμέτρους τοῖς μεγέθεσιν εὐέκτας μεγαλοφθάλμους δασεῖς οὐλότριχας, τὸ πλέον ἔχοντας ἐν τῷ θερμῷ καὶ ξηρῷ: τὸ δ̓ ἀπὸ μετοπωρινῆς ἰσημερίας μέχρι χειμερινῆς τροπῆς μελίχροας ἰσχνοὺς σπινώδεις παθηνοὺς μεσότριχας εὐοφθάλμους, τὸ πλέον ἔχοντας ἐν τῷ ξηρῷ καὶ ψυχρῷ. τὸ δ̓ ἀπὸ χειμερινῆς τροπῆς ἕως ἐαρινῆς ἰσημερίας μελανόχροας συμμέτρους τοῖς μεγέθεσι τετανότριχας ὑποψίλους ὑπορρύθμους, τὸ πλέον ἔχοντας ἐν τῷ ὑγρῷ καὶ ψυχρῷ. Κατὰ μέρος δὲ τὰ μὲν ἀνθρωποειδῆ τῶν ζῳδίων τῶν τε ἐν τῷ ζωδιακῷ καὶ τῶν ἐκτὸς εὔρυθμα καὶ σύμμετρα τοῖς σχήμασι τὰ σώματα κατασκευάζει. τὰ δ̓ ἑτερόμορφα μετασχηματίζει πρὸς τὸ τῆς ἰδίας μορφώσεως οἰκεῖον τὰς τοῦ σώματος συμμετρίας

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: