previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μὲν σίνη τρόπον τινὰ εὔμορφα καὶ ἐπιχαρῆ κατασκευάζει, τὰ δὲ πάθη ταῖς ἀπὸ θεῶν ἰατρείαις εὐπαρηγόρητα: τοῦ μέντοι Κρόνου προσόντος μετὰ παραδειγματισμῶν καὶ ἐξαγοριῶν καὶ τῶν τοιούτων: [p. 332] τοῦ δὲ τοῦ Ἑρμοῦ μετ̓ ἐπικουρίας καὶ πορισμοῦ τινος δἰ αὐτῶν τῶν σινῶν καὶ παθῶν τοῖς ἔχουσι περιγινομένου.


Περὶ ποιότητος ψυχῆς Περὶ μὲν οὖν τῶν σωματικῶν συμπτωμάτων τύπος τῆς ἐπισκέψεως τοιοῦτος ἄν τις εἴη. τῶν δὲ ψυχικῶν ποιοτήτων αἱ μὲν περὶ τὸ λογικὸν καὶ νοερὸν μέρος καταλαμβάνονται διὰ τῆς κατὰ τὸν τοῦ Ἑρμοῦ ἀστέρα θεωρουμένης ἑκάστοτε περιστάσεως: αἱ δὲ περὶ τὸ αἰσθητικὸν καὶ ἄλογον ἀπὸ τοῦ σωματωδεστέρου τῶν φωτῶν, τουτέστι τῆς σελήνης, καὶ τῶν πρὸς τὰς ἀπορροίας καὶ τὰς συναφὰς αὐτῆς συνεσχηματισμένων ἀστέρων. πολυτροπωτάτου δ̓ ὄντος τοῦ κατὰ τὰς ψυχικὰς ὁρμὰς εἴδους εἰκότως ἂν καὶ τὴν τοιαύτην ἐπίσκεψιν οὐχ ἁπλῶς οὐδ̓ ὡς ἔτυχε ποιοίμεθα, διὰ πλειόνων δὲ καὶ ποικίλων παρατηρήσεων. καὶ γὰρ αἱ τῶν ζῳδίων τῶν περιεχόντων τόν τε τοῦ Ἑρμοῦ καὶ τὴν σελήνην τοὺς τὴν ἐπικράτησιν αὐτῶν εἰληφότας ἀστέρας διαφοραὶ πολὺ δύνανται συμβάλλεσθαι πρὸς τὰ τῶν ψυχικῶν ἰδιώματα, καὶ οἱ τῶν λόγον ἐχόντων πρὸς τὸ προκείμενον εἶδος ἀστέρων σχηματισμοὶ

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: