previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δὲ τοῦ Ἑρμοῦ ἀστὴρ μόνος τὴν οἰκοδεσποτίαν τῆς ψυχῆς λαβὼν ἐπὶ μὲν ἐνδόξου διαθέσεως ποιεῖ τοὺς γεννωμένους συνετούς, ἀγχίνους, νοήμονας, πολυΐστορας, εὑρετικούς, ἐμπείρους, λογιστικούς, [p. 360] φυσιολόγους, θεωρητικούς, εὐφυεῖς, ζηλωτικούς, εὐεργετικούς, ἐπιλογιστικούς, εὐστόχους, μαθηματικούς, μυστηριακούς, ἐπιτευκτικούς: ἐπὶ δὲ τῆς ἐναντίας πανούργους, προπετεῖς, ἐπιλήσμονας, ὁρμηματίας, κούφους, εὐμεταβόλους, μεταμελητικούς, μωροκάκους, ἄφρονας, ἁμαρτώλους, ψεύστας, ἀδιαφόρους, ἀστάτους, ἀπίστους, πλεονέκτας, ἀδίκους καὶ ὅλως σφαλερούς τε τῇ διανοίᾳ καὶ καταφόρους τοῖς ἁμαρτήμασι. Τούτων δὲ οὕτως ἐχόντων συμβάλλεται μέντοι καὶ αὐτὴ τῆς σελήνης κατάστασις, ἐπειδήπερ ἐν μὲν τοῖς ἐπικαμπίοις τυγχάνουσα τοῦ τε νοτίου καὶ τοῦ βορείου πέρατος συνεργεῖ τοῖς ψυχικοῖς ἰδιώμασιν ἐπὶ τὸ πολυτροπώτερον καὶ τὸ πολυμηχανώτερον καὶ εὐμεταβολώτερον: ἐπὶ δὲ τῶν συνδέσμων ἐπὶ τὸ ὀξύτερον καὶ πρακτικώτερον καὶ εὐκινητότερον: ἔτι δὲ ἐν μὲν ταῖς ἀνατολαῖς καὶ ταῖς τῶν φωτῶν αὐξήσεσιν ἐπὶ τὸ εὐφυέστερον καὶ προφανέστερον καὶ βεβαιότερον καὶ παρρησιαστικώτερον: ἐν δὲ ταῖς μειώσεσι τῶν φωτῶν ταῖς κρύψεσιν ἐπὶ τὸ νωχελέστερον καὶ ἀμβλύτερον καὶ μεταμελητικώτερον

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: