Click on a word to bring up parses, dictionary entries, and frequency statistics
εὐκινήτους μὲν καὶ ἐπιθυμητικούς, ἐγκρατεῖς δὲ καὶ ἀντιληπτικοὺς καὶ τὸ αἰσχρὸν φυλαττομένους: μετὰ μόνης δ̓ Ἀφροδίτης ἢ καὶ τοῦ Διὸς σὺν αὐτῇ τυχόντος, ἀπόντος τοῦ τοῦ Κρόνου, λάγνους καὶ ῥαθύμους καὶ πανταχόθεν ἑαυτοῖς τὰς ἡδονὰς ποριζομένους. κἂν ὁ μὲν ἑσπέριος ᾖ τῶν ἀστέρων, ὁ δὲ ἑῷος, καὶ πρὸς ἄρρενας καὶ πρὸς θηλείας οἰκείως ἔχοντας, οὐχ ὑπερπαθῶς μέντοιγε πρὸς οὐδέτερα τὰ πρόσωπα: ἐὰν δ̓ ἀμφότεροι ἑσπέριοι, πρὸς τὰ θηλυκὰ μόνα καταφερεῖς: θηλυκῶν δ̓ ὄντων τῶν ζῳδίων, καὶ αὐτοὺς διατιθεμένους: ἐὰν δ̓ ἀμφότεροι ἑῷοι, πρὸς τὰ παιδικὰ μόνα νοσηματώδεις: ἀρρενικῶν δ̓ ὄντων τῶν ζῳδίων, καὶ πρὸς πᾶσαν ἀρρένων ἡλικίαν. κἂν μὲν ὁ τῆς Ἀφροδίτης δυτικώτερος ᾖ, ταπειναῖς ἢ δούλαις ἢ [p. 406] ἀλλοφύλοις συνερχομένους: ἐὰν δὲ ὁ τοῦ Ἄρεως, ὑπερεχούσαις ἢ ὑπάνδροις ἢ δεσποίναις. Ἐπὶ δὲ τῶν γυναικῶν τὸν τῆς Ἀφροδίτης ἐπισκεπτέον. συσχηματιζόμενος γὰρ τῷ τοῦ Διὸς ἢ καὶ τῷ τοῦ Ἑρμοῦ, σώφρονας καὶ καθαρίους ποιεῖ περὶ τὰ ἀφροδίσια: καὶ τοῦ τοῦ Κρόνου δὲ ἀπόντος, τῷ τοῦ Ἑρμοῦ συνοικειωθείς, κεκινημένας μὲν καὶ ὀρεκτικάς, εὐλαβεῖς δὲ καὶ ὀκνηρὰς τὰ πολλὰ καὶ τὸ αἰσχρὸν φυλαττομένας. Ἄρει δὲ μόνῳ μὲν συνὼν ἢ καὶ συσχηματισθεὶς ὁ τῆς Ἀφροδίτης ποιεῖ λάγνους καὶ καταφερεῖς καὶ μᾶλλον ῥαθύμους: ἐὰν δὲ καὶ ὁ τοῦ Διὸς αὐτοῖς